Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦντες ὅτι καὶ αὐτοὺς ἀνεξικάκους εἶναι βούλεται, κἂν ὑβρίζωσί τινες, οἷόν τι προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, οἳ οὐκ ἐδέξαντο τοὺς ἀγγέλους. ἔδει τοῖς δεσποτικοῖς ἴχνεσιν ἀκολουθοῦντας τοὺς μαθητὰς διακαρτερῆσαι μᾶλλον ἁγιοπρεπῶς καὶ μηδὲν ἐπ' αὐτοῖς τῶν ἐξ ὀργῆς εἰπεῖν. ἀλλ' ἦσαν οὐ τοιοῦτοι· θερμοτέρῳ δὲ ζήλῳ κεκρατημένοι πῦρ αὐτοῖς ἐξ οὐρανοῦ κατενεγκεῖν ἤθελον τό γε ἧκον ἐπ' αὐτοῖς. ZU LK 9, 55 Ἀληθεύει τοιγαροῦν ὁ τῶν ὅλων δεσπότης οὕτω λέγων· Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου αἱ ὁδοὶ ὑμῶν. ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου. ἐπετίμα τοίνυν χρησίμως τοῖς ἑαυτοῦ μαθηταῖς περιστέλλων ἀστείως τὴν ὀξυθυμίαν καὶ ἀναπείθων ἀνεξικακεῖν. ὠφέλησε δὲ καὶ καθ' ἕτερον τρόπον αὐτούς. ἔμελλον ἔσεσθαι τῆς ὑπ' οὐρανὸν μυσταγωγοί, πόλεις τε καὶ χώρας περιφοιτᾶν διακηρύττοντες πανταχοῦ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· ἀλλ' ἦν ἀνάγκη τοῦτο δρᾶν ἐθέλοντας καὶ ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν οὐκ ἀνεχομένοις τοῦ θείου κηρύγματος οὔτε μὴν ἐῶσιν οἷον καταλῦσαι παρ' αὐτοῖς τὸν Ἰησοῦν. ἵνα τοίνυν μάθοιεν ὅτι τὸ θεῖον ἱερουργοῦντες κήρυγμα μεστοὶ μᾶλλον ὀφείλουσιν εἶναι ἀνεξικακίας καὶ ἡμερότητος, οὐκ ἀμυντικοὶ καὶ ὀργίλοι καὶ τοῖς πλημμελοῦσιν εἰς αὐτοὺς ἐπιπηδῶντες ἀγρίως, διὰ τῆς ἐπιτι 94 μίας ταύτης ἐδιδάσκοντο. ὅτι δὲ ἀνεξίκακοι γεγόνασιν οἱ τῶν θείων κηρυγμάτων ἱερουργοί, διδάξει λέγων ὁ Παῦλος· ∆οκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. ZU LK 9, 57φ Τὸ μὲν τῶν ἄνωθεν καὶ παρὰ θεοῦ χαρισμάτων ἐρᾶν ἀξιόκτητον ἀληθῶς καὶ τοῦ παντὸς ἂν γένοιτο πρόξενον ἀγαθοῦ. δίδωσί γε μὴν καίτοι πλουσιόδωρος ὢν ὁ πάντων δεσπότης οὐχ ἁπλῶς ἅπασι καὶ ἀδιακρίτως, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν ἄξιοι τοῦ λαβεῖν. εἰ τοίνυν βούλοιτό τις τῶν τοιούτων ἀξιωθῆναι γερῶν, ἀπαλλαττέτω τὴν ἑαυτοῦ ψυχὴν τῶν εἰς φαυλότητα ῥύπων τε καὶ αἰτιαμάτων· ἔσται γὰρ οὕτω δεκτός. γνώμης δὲ οὐχ οὕτως ἔχων ἀποχωρείτω μακράν. καὶ τοῦτο ἡμᾶς ἡ τῶν προκειμένων εὐαγγελικῶν ῥημάτων διδάξει δύναμις. προσῄει μὲν γάρ τις λέγων τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ· ∆ιδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. ὃ δὲ τὸν ἄνθρωπον οὐ προσίετο τὰς μὲν ἀλώπεκας φωλεοὺς ἔχειν εἰπών, ἑαυτὸν δὲ μὴ ἔχειν ποῦ κλίνῃ τὴν κεφαλήν. πῶς οὖν ἀποπέμπεται τὸν εἰς τοῦτο παρωρμημένον, εἴπερ πρόξενόν ἐστι παντὸς ἀγαθοῦ τὸ ἀκολουθεῖν αὐτῷ; ἔφη γὰρ ὅτι ὁ ἀκολουθῶν αὐτῷ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. τί οὖν πρὸς ταῦτά φαμεν; οὐχ οὗτος ἦν ὁ σκοπὸς ἐκείνῳ. καὶ τοῦτό ἐστιν ἰδεῖν τοῖς ἀκριβῶς προσέχουσιν ὅτι πρῶτον μὲν πολὺ τὸ ἀπαίδευτον ἡ πρόσοδος ἔχει, εἶτα ὅτι τῆς ἐσχάτης ἀναισχυντίας ἐστὶ μεστή· οὐ γὰρ τὸ ἁπλῶς ἀκολουθεῖν ἐζήτει Χριστῷ καθὰ καὶ ἕτεροι τῶν ἐκ πληθύος 95 Ἰουδαϊκῆς πολλοί, ἐπεπήδα δὲ μᾶλλον τοῖς ἀποστολικοῖς ἀξιώμασι καὶ ταύτην ἔχειν ἐζήτει τὴν ἀκολούθησιν καὶ αὐτόκλητος ἦν εἰς τοῦτο καίτοι γράφοντος τοῦ μακαρίου Παύλου ὅτι Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθὼς καὶ Ἀαρὼν καὶ οἱ θεσπέσιοι μαθηταί. καὶ καθ' ἕτερον δὲ τρόπον δικαίως αὐτὸν ἀπόπεμπτον ἐποιήσατο· ἐχρῆν γὰρ αὐτὸν λαβεῖν τὸν ἑαυτοῦ σταυρόν, τουτέστιν