Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
συγχύσεως ἐν τῷ βίῳ οὔσης; Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας κηδεμονίας; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. (A f. 269.) Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον, πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· δι' οὗ κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορ φούμενοι· δι' οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ, δι' ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς. (C f. 8.) Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ πρόσωπον τοῦ Θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσ ώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ τὴν σοφὴν Θεκωΐτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ ∆αβὶδ εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα. (K f. 31.) Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ' ἡμᾶς σεσημείωται; Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ τοῦτο λέγων· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέ ρα μου." Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύου σιν εἰς αὐτόν. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. (A f. 26 b.) Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολ μῶντας λέγειν· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" καί τοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ φειδώ τε καὶ πρόνοιαν τοῦ ∆ημιουργοῦ. Χαρίζεται γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν· καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγή σας τὰ ζωαρκῆ, πῶς ἂν διαψεύσαιτο χαριεῖσθαι λέ γων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐ φροσύνην εἰς τὴν καρδίαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώ σω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατ ῴκισάς με. (A f. 27 b, C f. 8 b.) Κατὰ δὲ τὸν θεῖον Κύριλλον, 69.741 ἐπὶ τὸ αὐτὸ καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις τὸν ὕπνῳ ἐοικότα δέξομαι θάνατον· πλὴν ἐν εἰρήνῃ, μὴ ἔχων τὴν ἁμαρτίαν, ἡ ἐστιν ἔχθρα εἰς Θεόν· καὶ οὕτω κα ταλύσας τὸν βίον, κατοικισθήσομαι παρὰ Θεοῦ καὶ ἐπ' ἀγαθαῖς ἐλπίσι, τουτέστι βεβαίαν καὶ ἀκράδαν τον τὴν ἐλπίδα ἕξω. Τὸ δὲ κατὰ μόνας ὑπεμφήνειεν ἂν, ὅτι ἰδικὸς καὶ ἐξαίρετός ἐστι τῶν ἁγίων ὁ κλῆ ρος· οὐ γὰρ ἀναμὶξ ἔσονται τοῖς πονηροῖς, ἀλλ' οἷον ἐξῃρημένοι καὶ κατὰ μόνας. Ἐκείνοις μὲν γὰρ πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ τοῦ ποτηρίου μερὶς, τούτοις δὲ τὸ βασιλεύειν ἡτοίμασται καὶ ἀκα ταλήκτως ἐντρυφᾷν τοῖς ἄνωθεν ἀγαθοῖς.
ΨΑΛΜΟΣ Εʹ.
Σύνες τῆς κραυγῆς μου. (D f. 42 b, E f. 8 b.) Τὸ σύνες ἐνταῦθα ἀντὶ τοῦ
Κατεξέτασον καὶ βασάνισον τῆς ἐμῆς κραυγῆς τὸν σκοπόν. Οὐ γὰρ αἰτῶ τι τῶν ἀνθρωπίνων ἢ τῶν ἀπᾳδόντων τοῖς σοῖς, ὦ ∆έσποτα, νόμοις· ἐκεῖνα δὲ μᾶλλον, ἃ καὶ τοῖς λαβοῦσι χρήσιμά τε καὶ ἀναγ καῖα πρὸς σωτηρίαν, καὶ τῇ σῇ φιλοτιμίᾳ χαρίζε σθαι πρέπει. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. (A f. 95) Εἴη δ' ἂν πρωΐα καὶ ὁ τῆς τοῦ Σωτῆ ρος ἐπιδημίας καιρός· τότε γὰρ δεκταὶ γεγόνασιν αἱ πάντων εὐχαί. (C f. 9) Μέγα εἰς ἁγνείαν καύχημα τὸ ἐκ πρωΐας τῆς αὐτῆς παρίστασθαι τῷ Θεῷ, καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον· Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια, ἃ ἡτοίμασας τοῖς ἀγα πῶσί σε. Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, κ.τ.λ. (C f. 9) Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας, ἐρ γαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεὸς τοὺς ἀποπεσόντας τῆς ἀληθείας. Ἑτεροδό ξους, λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός· καὶ τήρει