1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

8

ὑποστρέψαντι αὐτῷ ἀπὸ τῆς Μεσοποταμίας πρῶτον μὲν ἤδη πρωΐας οὔσης συνήντησαν οἱ ἄγγελοι τοῦ Θεοῦ, περὶ ὧν καὶ εἶπεν, παρεμβολὴ Θεοῦ αὕτη· καὶ εἰκός γε τούτους ἐκείνους εἶναι, οὓς πρότερον ἐπὶ τῆς κλίμακος ἑωράκει· εἶτα δὲ καὶ ἀνατέλλει αὐτῷ ὁ ἀνωτέρω δύνας ἥλιος μετὰ τὴν προεκτεθεῖσαν περικοπὴν, ἐν ᾗ φαίνεται παλαίων αὐτῷ 20 καθ' ὕπνους ὁ φήσας πρὸς αὐτὸν, οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. Μετὰ γοὖν τὴν ὀπτασίαν ἀνέτειλεν αὐτῷ ὁ ἥλιος· ἤδη δὲ προκόψαντι καὶ τελειωθέντι οὐκέτι καθ' ὕπνους, ἀλλ' οὐδὲ ἐν νυκτὶ, οὐδὲ δι' ἀγγέλου, οὐδὲ μὴν δι' ἀνθρωπίνου εἴδους, ἐν μέσῃ δὲ ἡμέρᾳ καὶ φωτὶ χρηματίζων αὐτῷ ὁ Θεὸς φησὶν, Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ· καὶ ἐπὶ τούτοις πᾶσι τότε πρῶτον ἡ θεία γραφὴ μαρτυρεῖ ὅτι ὤφθη αὐτῷ ὁ Θεὸς ἐν Λουζᾶ, καὶ εὐλόγησεν αὐτὸν λέγων τὰ ἀναγεγραμμένα. Ζητήσομεν δ' ἐπὶ σχολῆς πῶς μετὰ ταῦτα μέλλοντι αὐτῷ κατιέναι εἰς Αἴγυπτον πάλιν ἐν ὁράματι καὶ διὰ νυκτὸς ὁ Θεὸς εἶπεν, Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Ταῦτα δὲ ἡμῖν ἀναγκαίως παρατέθειται· δείκνυσιν γὰρ ὅτι μὴ εὐχερῶς μὴ δ' ἐπὶ τῶν τυχόντων ἀνδρῶν ἡ θεία γραφὴ τὸν Θεὸν ὦφθαι ἱστορεῖ· οὔτ' οὖν ἐπὶ τοῦ Ἀδὰμ, οὔτ' ἐπὶ τοῦ μετατεθέντος Ἐνὼχ, ἀλλ' οὐδ' ἐπὶ τοῦ Νῶε, οὐδ' ἐπ' αὐτοῦ Μωσέως τετήρηται ὅτι ὤφθη τινὶ τούτων ὁ Θεὸς, καίτοι γε πολλάκις αὐτοῖς διειλέχθαι ἀναγεγραμμένος· ἀλλ' οὐδ' ἐπὶ ἑνός γε ἄλλου ὁ θεῖος λόγος τὸν Θεὸν ὦφθαι εἰσάγει, ἢ ἐπὶ μόνου τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ· καὶ ἐπὶ μὲν τοῦ Ἁβραὰμ οὐκατὰ τὸν πρῶτον αὐτῷ χρηματισμὸν ὤφθη, ἀλλὰ κατὰ τὸν δεύτερον καὶ κατὰ τὸν πέμπτον καὶ ἕκτον· ἐπὶ δὲ τοῦ Ἰακὼβ μετὰ τὰ ἀναγεγραμμένα πάντα· τῷ γὰρ Ἰσαὰκ δὶς μόνος χρηματίσας ὁ κύριος τὸ δὶς ὦφθαι αὐτῷ ἀναγέγραπται, εἰ καὶ τὸ δεύτερον ἐν 21 νυκτί. Πρόδηλον δὲ ἀπὸ τῶν κατὰ τὸν Ἁβραὰμ προειρημένων ἡμῖν, ὅτι μὴ ἐπὶ τὸ πρῶτον αἴτιον ἀναφέρειν χρὴ τὰς ὀπτασίας, ἀλλ' ἐπὶ τὸν θεῖον Λόγον, ὃν οὐδὲ αὐτὸν αὐτοὶ πῶ χωρεῖν οἷοί τε ἦσαν οἱ μακάριοι καὶ θεῖοι ἄνδρες· τούτοις γ' οὖν αὐτοῖς, οἷς καὶ ὦφθαι προείρηται, μετὰ πλείστας προγυμνασίας ἑωρᾶτο. Τίς δὴ ἂν οὖν ἄλλος εἴη καὶ ὁ κατὰ τὴν προκειμένην περικοπὴν συμπαλαίων καὶ συναγωνιζόμενος καὶ ὡσπερεὶ συμμαχῶν τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσι λαλήσας ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, μόνος μετὰ τὸν Πατέρα Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλογήσας τὸν Ἰακὼβ Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; Οὕτως δὲ ἑώρων οἱ θεῖοι ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· ὃν λόγον καὶ ζωὴν θεασάμενος ὁ Ἰακὼβ ἐπιφέρει λέγων, εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον· καὶ ἐσώθη μου ἡ ψυχή. Ηʹ ΚΕΦΑΛΑΙΟΝ. Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ τὰ ἑξῆς. Ὡς 22 Ἁγίου Πνεύματος τὸν λόγον ἀκουστέον τοῦ Ἰακὼβ τὰ περὶ τοῦ Χριστοῦ προθεσπίζοντος καὶ εἰς πρόσωπον ἀναφωνοῦντος αὐτοῦ τὰ ἀπὸ τοῦ, Ἰούδα σὲ αἰνέσεσαν οἱ ἀδελφοί σοι· ὅτι γὰρ οὐ πρὸς τὸν ἕνα τῶν υἱῶν τοὺς λόγους ὁ πατριάρχης ἐποιεῖτο δῆλον τοῖς ἐπιστήσασι τῇ γραφῇ διηγηματικῶς φασκούσῃ, Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Οὐκοῦν περὶ μελλόντων προφητεύσειν αὐτοῖς ἐπαγγέλλεται. Σαφὲς δὲ καὶ ἄλλως ὅτι μὴ πρὸς τὸν πατριάρχην Ἰούδαν αἱ τῆς προφητείας ἁρμόττουσι φωναί· πότε γὰρ ἐκεῖνον ἢ καὶ