1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

8

ἔχειν τῶν τῆς κακίας ἐπιτηδευμάτων. 1.5.1 Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἄν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλολατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατατετρύχωτο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἕλληνας ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς 1.5.2 πάντας μετηγάγετο. καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μηδὲ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι, τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο καθόλου πραγματευομένης; τοὺς μὲν ἐπι τηδείως ἔχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν «ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ 1.5.3 ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ' ἡμᾶς ἐλπίδος»· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου καὶ μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θεραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων, γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος, ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες ὡς ἐν φαρμάκου μοίρᾳ τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας 1.5.4 καὶ περὶ τοῦ κατ' ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς. ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντα ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρ1.5.5 τημένους; καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ' ἐπιστήμης προστάττει, ὁ δ' ὡς βασιλεῖ καὶ νομοθέτῃ πείθεται 1.5.6 πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω καὶ μαθηταὶ παρὰ διδασκάλων λόγους παιδείας ἀποδέχονται πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρότερόν τις ἐφάψαιτο ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα, καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἐπικούρου, ὁ δὲ τὸν Κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ καὶ κατ' Ἀριστοτέλην ἕτερος καὶ πάλιν ἄλλος πάντων τὰ Στωϊκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει 1.5.7 τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος. οὕτως καὶ τέχνας ἄνθρωποι τὰς μέσας μετῆλθον καὶ ἄλλοι τὸν στρατιωτικόν, ἄλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλιν προειληφότες βιοποριστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. καὶ γάμων δὲ αἱ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παι1.5.8 δοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως. καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ' ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν ἄλλος καὶ τὸν σπόρον εἰς γῆν ἀπορρίψας κάθηται τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος. πιστεύων τὸ φθαρὲν ἐπὶ τῆς γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι· πορείαν δέ τις μακρὰν ἐπ' ἀλλοδαπῆς ἐκ τῆς οἰκείας στελλόμενος πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδη1.5.9 γοὺς ἑαυτῷ συνεπάγεται. καὶ τί γὰρ ἄλλ' ἢ τὸν πάντα τῶν ἀνθρώπων βίον δυοῖν τούτων ἀνηρτημένον, ἐλπίδος τε καὶ πίστεως, καταλαμβάνων τί δὴ θαυμάζεις εἰ καὶ τὰ κρείττονα κατὰ ψυχὴν τοῖς μὲν διὰ πίστεως παραδίδοται, οἷς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐτοὺς πάρεστι μετιέναι καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων μανθάνειν; 1.5.10 Ἀλλὰ γὰρ ἐν