8
αὐτὸς ἐγὼ προσεπάγω τὴν λύσιν. αὐτὸς γὰρ ὑμῖν τὸ πάθος παραμυθήσομαι, αὐτὸς τὸ πάθος τῆς συμφορᾶς κουφότερον ἀπεργάσομαι, ψυχαγω γίας πόμα ὑμῖν ἀρτύσας καὶ συγκεράσας πρὸς παρηγόρημα. ἔστι τῇ ποιήσει φάρμακον γινωσκόμενον, ὃ πρὸς Αἰγυπτίας τινὸς γυναικὸς ἡ Τυνδαρὶς Ἑλένη χάριν ἐδέξατο· «τοῦτό» φησιν «εἰ πιών τις τύχῃ ποτέ, οὐκ ἂν εἰς ἦμαρ ἐκεῖνο λύπης κέντρον τὴν καρδίαν αὐτοῦ νύξει, οὐδ' ἂν πατὴρ ἢ μήτηρ ἢ ἀδελφὸς τεθνηκότες κεῖνται πρὸ ὀφθαλμῶν». ὅ,τι μὲν οὖν τὸ τοιοῦτον φάρμακον βούλοιτο, εἰδοίη ἂν Ὅμηρος καὶ οἱ τοῖς ποιήμασιν αὐτοῦ βακχευόμενοι. ἔγωγε, ὦ Ῥωμαῖοι, οὕτω καταποθέντας πάντας εἰδὼς τῷ πελάγει τοῦ ἐπισυμβάντος ὑμῖν ἀνιαροῦ συναντήματος καὶ τῷ τῆς λύπης καταβαπτισ θέντας ἢ καὶ παρασυρέντας ῥεύματι, αὐτὸς ἐξάξαιμι πρὸς ἀναψυχὴν καὶ φάρμακον ὑμῖν ἐκκεράσαιμι οὐκ εἰς ἦμαρ ἐνδεδυνημένον παύειν τῆς θυμαλγίας κατὰ τὴν ῥαψῳδίαν τοὺς πίνοντας, ἀλλὰ καὶ ἐς ἅπαντα χρόνον, ἀλλὰ καὶ ἐς αἰῶνας ὅλους τοὺς ταῖς ἑκάστων συμπαραμετρουμένους βιώσεσι.
18 Τάχ' ἂν ζητεῖτε τὸ φάρμακον καὶ ὅ, τι ἂν εἴη τοῦτο κατὰ νοῦν ἀναστρέφετε; ἔστι δὲ λόγος. τοῖς λογικοῖς μὲν λόγοι τὰ φάρμακα ὡς αἱ βοτάναι τοῖς σώμασιν. ἔστι δὲ οὐ καινὸς οὗτος οὐδ' ὑμῖν ἀγνοούμενος, εἰ καὶ τρόπον ῥηθείη καινότερον. ὑμεῖς μέν, ὦ Ῥωμαῖοι, τεθνάναι ἡγεῖσθε τὸν βασιλέα· ὁ δέ γε οὐκ ἐτεθνήκει, ἀλλὰ καὶ πάλιν μένει βιῶν. μῶν ἀπορεῖτε περὶ τοῦ λόγου καὶ ὅπως ἂν πέφυκε τοῦτο οὐκ ἔχετε ξυμβαλεῖν; ἀληθῶς ὁ βασιλεὺς ἡμῶν ζῇ. οὐ λέγω ζωὴν τὴν τῇ νοερᾷ ψυχῇ σύμφυτον, καθ' ἣν ἅπαντες τεθνη κότες οὐ θνήσκομεν, ἀλλὰ τὴν ἐνταῦθα λέγω ζωὴν τὴν φαινομένην τοῖς ὄμμασιν. ἢ οὐχ ὁρᾶτε τὸν βασιλέα αὐτὸν τὸν υἱὸν ἐκείνου θεώμενοι; οὐκ αὐτὸς ἐκεῖνός ἐστιν οὑτοσί; οὐ χαρακτῆρσι σωματικοῖς, οὐκ ἰδιώμασι ψυχικοῖς ἐκείνῳ ἄντικρυς ἀφωμοίωται; οὐκ ἔμψυχος ἐκείνου εἰκών, οὐ φύσεως ἀγαλματούργημα τῆς αὐτῆς; οὐ τῷ πατρὶ συνῆρχεν ἐκ γενετῆς, οὐκ ἐπὶ τῶν αὐτῶν οἰάκων συνῆν τῷ τῆς ὁλκάδος κυβερνήτῃ τῆς κοσμικῆς, οὐ τῶν ἡνιῶν συναντε λαμβάνετο τοῦ οἰκουμενικοῦ δίφρου καὶ τοὺς ἀγῶνας δι ήνυεν; αὐτὸς οὖν ἐκεῖνος ὁ βασιλεὺς ὁ ἡμέτερος, ὥστε μόνον οὐ δέον πενθεῖν, ἀλλὰ καὶ χαίρειν χρεών, τὸ παράδοξον. τὸ γὰρ οὑτωσὶ τὰ τῆς ἀρχῆς ἐκεῖνον διευθετίσασθαι καὶ εἰς αὔξην τὰ τῶν σφετέρων σχοινισμάτων τοιαύτην ἀπαγαγεῖν πλήρη τε γενέσθαι χρηστῶν ἡμερῶν, μὴ βιασθῆναι δὲ τὴν διάζευξιν τῆς ψυχῆς, φυσικοῖς λόγοις ὑποχαλασθείσης τῆς ἁρμονίας αὐτῶν, τοιούτῳ δὲ υἱῷ παραδοῦναι τὸ κράτος καὶ τὴν ἀρχήν, καλῷ μὲν ἰδέσθαι, νοῆσαι δέ γε καλλίονι, καὶ ἁπλῶς εἰπεῖν ἀρχικωτάτῳ τὴν ἀρετήν, καὶ οὕτω δὴ συμβῆναι τὰ πράγματα, ὡς μηδὲ γνωσθῆναι σχεδὸν τὴν τῆς ἡγεμο νίας τοῖς ὑπηκόοις μετάθεσιν, πῶς οὐκ ἂν μᾶλλον ἡδονῆς ἢ λύπης ταῦτα παραίτια γένοιτο; ἄνδρα καὶ γὰρ τεθνηκότα ἐπὶ υἱῷ καλῷ τε καὶ ἀγαθῷ καὶ ὁ τοῦ δήμου λόγος οὐκ ἀποθανεῖν ἀποφαίνεται.
19 Χαίρετε γοῦν, φῦλα Ῥωμαίων, χαίρετε καὶ τὰς φρένας γανύσκεσθε καὶ λόγοις ἡδυτέροις τὰς τῆς καρδίας πτύχας εὐφραίνετε. τοιούτου γὰρ ηὐμοιρήκαμεν αὐτοκράτορος- θαρρούντως τὸν λόγον ἐρῶ-οἷον οὔποτ' ἂν τὰ τῶν Ῥωμαίων ηὐτύχηκε. νῦν γοῦν εἴπερ ποτὲ τοῖς Ῥωμαίοις ἐλπίς, ὡς τὰ τῆς εὐετηρίας ἐπαυξηθῇ καὶ τὰ τῶν εὐφραι νόντων καταπτωθῇ· νῦν παγκόσμιος εὐφροσύνη γενή σεται εἰρήνης βαθείας ἐμφιλοχωρησάσης τῇ γῇ, εἰρήνης ἐξ ὀθνείων, εἰρήνης καὶ ἐξ ἰθανῶν, πάντων ἡμέρως ἐμβιο τευόντων καὶ ἀρκουμένων τοῖς ἑαυτῶν· οὐκ ἀδικήσει θάτερα ἕτερος, οὐχ ἅρπαγμα ποιήσει τοῦ πλησίον· ἕκαστος γὰρ ὑπὸ τὴν πίτυν αὐτοῦ τὸ τῆς προφητείας φάναι ἀναπαυθήσεται, οὐ κρίσιν παρακλαπήσεται ἢ παρελκυσθήσεται χρυσίνῳ βρίθει τοῦ ἰσορρόπου τῆς δίκης ζυγοῦ. οἶδε γὰρ οὗτος λόγους ἀδεκάστους προφέρειν ἐν κρίσεσι, στάθμου γενήσεται τῆς εὐθυδικίας ὡς ἀπαρέγκλιτος κανὼν τῆς εὐνομίας, τῇ ἀδικίᾳ μὴ ἀντικλώμενος. οὐ πρηκτὴρ