9Ἁφυΐα9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ης βαρυ τόνων εἰς ους ἐχόντων τὴν γενικὴν γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται· καὶ διὰ τῆς ει διφθόγγου· διὰ τοῦ ι μὲν παροξυνό μενα· διὰ δὲ τῆς διφθόγγου προπαροξυνόμενα· οἷον, αὐθάδης, αὐθάδους, αὐθάδια, καὶ αὐθάδεια· κακοήθης, κακοήθους, κακο ηθία, καὶ κακοήθεια· συνήθης, συνήθους, συνηθία, καὶ συνήθεια. 9Ἄτιμοσ9: ι· παρὰ γὰρ τὸ τιμὴ καὶ ἄνθιμος· τὰ διὰ τοῦ ιμος παράγωγα διὰ τοῦ ι γράφεται· οἷον, ἄνθος, ἄνθιμος· κύδος, κύδιμος· χωρὶς τοῦ Νικόδημος, τοῦτο γὰρ παρὰ τὸ δῆμος ἐστίν. 9Ἀπατηλόσ9: Τὰ εἰς λος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς τὸ η παραλήγεται· ὑψηλός· χαμηλός· σιωπηλός· τὸ δὲ ω μέγα τοῦ σιωπηλὸς παρὰ τὴν ὦπα, ὃ σημαίνει τὴν ὄψιν. 9Ἄθροισμα9: Παρὰ τὸ θροὺς, θροός· θροΐζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀθροΐζω, καὶ συναιρέσει ἀθροίζω, ἄθροισμα· τὰ παρὰ τὴν ἀρχὴν συντεθειμένα διὰ τοῦ ι γράφεται· ἀρχίφυτος· ἀρχίθρονον· ἀρχισυνάγωγος. 9Ἀμήχανον9: Τὸ μη η κατὰ παράδοσιν. 9Ἀκέραιοσ9: Παρὰ τὸ κέρας. 9Ἀδιάλειπτοσ9: Παρὰ τὸ λείπω λιμπάνω. 9Ἀριστώντων9: Βʹ συζυγίας τῶν περισπωμένων. 9Αἰμιλιανός· Ἄλωνος· Ἀλωτός· Αἰκισμός· Αἰπόλις· Αἴολα9: Αἴθριον· αἴλαρος· αἶσχος· ἀνώγαιον· ἀκέραιος· αἰσχρός· ἀμοῤῥαίων· ἀναφαίρετον. 9Ἀκροθίνιον9: ι· ἀμφὶ ἀνέθορε. 183 9Ἀβάλε9: Τὸ λε ψιλόν· λέγει δὲ ὁ Ἡρωδιανὸς, ὅτι δύο μέρη λόγου εἰσίν. 9Ἀλίσαι9: Σημαίνει δὲ τὸ κυλίσαι· γράφεται διὰ τοῦ ι· τὰ γὰρ ὑπὲρ δύο συλλαβὰς βαρύτονα κλινόμενα εἰς μέλλοντα διὰ τοῦ ι γράφεται· οἷον, κυλίω, κυλίσω· δηρίω, δηρίσω· μηνίω, μηνίσω· πρόσκειται ὑπὲρ δύο συλλαβὰς διὰ τὸ κλείω· πρόσ κειται βαρύτονα διὰ τὸ ἀχρειῶ· πρόσκειται κλινόμενα εἰς μέλλοντα διὰ τὸ κρατείω· κιχείω· καὶ βροσείω· γίνεται τὸ ἀλίσαι, ἀλίνδω, καὶ ἀλινδῶ, καὶ ἀλινδήσω, ἀλινδήθρα· σημαίνει δὲ τὴν κυλίστραν. 9Ἀδραμυστηνός· Ἀμείλικτος· Ἄσπιλος· Ἀκροθίνιον9: Σορὸς τῶν λειψάνων μικρὸν ο· σωρὸς δὲ ἄλλων τινῶν μέγα. 9Ἀκηλίδοτος· Ἀνιμήσαντο9: Παρὰ τὸ ἀνιγμὸς διὰ τοῦ ι.
9Βῆκοσ9: Τὸ βη η· παρὰ τὸ βη στοιχεῖον. 9Βοεικόσ9: ∆ιὰ τῆς ει διφθόγγου·
σημαίνει γὰρ μέρος σωματικόν. 9Βιθυνία9: ∆ιὰ τοῦ ι τὸ βι· τὰ γὰρ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι, ἢ τὸ υ, διὰ μόνου τοῦ ι γράφονται· οἷον, ῥιπίς· κικύς· βριθύς· δριπύς· ἰλύς· οὕτως καὶ Βιθυνία παρὰ τὸ Βιθυνός· καὶ ὡς δὲ ἐπὶ χώρας δὲ ὄντα διὰ τοῦ ι γράφονται· οἷον, Κιλικία· Ἀρμενία· Συρία· Καππαδοκία· Ἰταλία· Σικελία· Ἀσία· Θεσσαλία· Βοιωτία·οὕτως οὖν καὶ Βιθυνία διὰ τοῦ ι. 9Βρισηΐς· Βρίμος· Βριαρόσ9: ∆ιὰ τοῦ ι γράφονται· τὰ γὰρ ἀπὸ τῆς βρι καὶ βι συλλαβῆς ἀρχόμενα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, βρίθω. 9Βαφεῖον9: Ει δίφθογγος· ἀπὸ γὰρ τοῦ βαφεὺς γέγονε βαφεῖον. 9Βαλβίσ9: Σημαίνει τὴν ἀφετηρίαν τοῦ δρόμου· διὰ τοῦ ι γράφεται· ἡ γὰρ γενικὴ βαλβίδος ἐστίν. 9Βοϊκὰ Ζεύγη9: ι ἡ παράδοσις· Ἡρωδιανὸς δὲ δίφθογγον αὐτῷ ἔταξεν ἐν τῷ περὶ Ὀρθογραφίας· ὁ δὲ λόγος οὐ συγχωρεῖ. 9Βρίσαι9: Σημαίνει δὲ τὸ βαρῆσαι, καὶ βρί, ὅ ἐστι τὸ με 184 γάλως, ι· τὰ γὰρ ἀπὸ τῆς βρι συλλαβῆς ἀρχόμενα ἀποστρέ φονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν. 9Βῖκοσ9: Τὸ ἀγγεῖον ι ἡ παράδοσις· καὶ βικία τὸ ὑποκορι στικὸν ι. 9Βριθοσώνη9: ι τοῖς προκειμένοις κανόσιν. 9Βλιμάζειν9: Ὁμοίως τὸ ψηλαφᾶν τὰ στήθη, καὶ τοὺς μαζοὺς, καὶ τὰς ὄρνεις διὰ τοῦ ι πάντα κατὰ τὸν προκείμενον κανόνα. 9Βλιαρόν9: ι, ὅ ἐστιν λάβουρον. 9Βλικασ9: ι, ὅ ἐστι φύλλον συκῆς. 9Βλίκανον· Βλίμη9: Σημαίνει δὲ τὸν βάτραχον, ὅ ἐστι προπηλακισμός. 9Βλείμην9 καὶ 9Βλεῖσ9: Εὐκτικῶς, παρὰ τὸ βλῆμι, βλήσω· ὁ βʹ ἀόριστος ἔβλην, εἶτα ὁ μέσος βʹ ἀόριστος παθητικὸς ἐβλέμην, καὶ τὸ εὐκτικὸν βλείμην, καὶ βλεῖο. 9Βλίξ9: Τὸ συνέχως βλιχᾶσθαι. 9Βλιμάξαι9: Τὸ βαστάξαι. 9Βλίτον9: Εἶδος λαχάνου· διὰ τοῦ ι κατὰ τὸν προειρημένον κανόνα. 9Βούσιρισ9: Τὰ δύο ι· διὰ τὸ εἰς δος εἶναι τὴν γενικήν. 9Βραδίων9: ∆ιὰ τοῦ ι τὸ δι· καθόλου γὰρ τὰ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται· οἷον, ἀλ γίων· αἰσχίων· βελτίων· ἡδίων· κακίων·