ἠχθέ σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου. 203 Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο 203 μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατο. ἧψε. Τὸ Η πρὸ τοῦ Ω ψιλοῦται ἀεί. οἷον Ἠὼς, ἡ ἡμέρα. Ἠὼν, ὁ αἰγιαλός. Ἠῶθι, ἀντὶ τοῦ ἐκ πρωΐας. καὶ ἀπὸ αὐξήσεως Ἠωρημένος, Ἰωνικῶς, ὁ χρονίσας. καὶ τὰ ὅμοια.
{1Καθολικὸς κανὼν περὶ πνεύματος τοῦ Η.}1 Τὸ Η πρὸ τοῦ Φ ἢ τοῦ Χ, ἢ καὶ πρὸ δύο δασέων, ἢ τῷ δασεῖ ὑποτασσομένου ἀμεταβόλου, ψιλοῦται. ἠφίει. ἦχος. ἤχθαιρον. ἤχλυον. σημείωσαι τὸ ἥφαιστος καὶ ἡφαι στίων. Σημείωσαι, ὅτι τὸ Η πρὸ τοῦ Β. Γ. Σ. Φ. Ψ. δα σύνεται ἀεί. πλὴν τῶν ἀπ' αὐξήσεως. ἠφίει. ἠφάνισε. καὶ τῶν ἀπὸ πλεονασμοῦ. ἠβαιός. ἠγάθεος. πρὸ δὲ παντὸς φωνήεντος ψιλοῦται ἀεί. ὡσαύτως καὶ πρὸ τοῦ Ξ καὶ πρὸ τοῦ Θ. Τὸ Η ἐν τροχαϊκῇ λέξει ψιλοῦται. Ἦδος, τὸ ὄφελος. Ἦμαρ, ἡ ἡμέρα. ἦμος. Ἠμὶ, τὸ λέγω. καὶ τὰ ὅμοια. πλὴν τοῦ Ἧλος, ὅπερ ἐκ τοῦ ἵημι, ἥσω, γίνεται. καὶ ἧπαρ, ὅπερ ἀπὸ τοῦ ἥδω ἐστίν.
ΑΡΧΗ ΤΟΥ Ι.
1 Τὸ Ι πρὸ τοῦ Α ψιλοῦται. ἰατρός. ἰάκωβος. ἴαμβος. ἰάπτω. ἰάμβλιχος. ἴαμα. ἰατήρ. ἰάσων. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Β ψιλοῦται. Ἴβυκος, κύριον. Ἴβις, τὸ ζῶον. Ἴβηρες, ἔθνος. Τὸ Ι πρὸ τοῦ Γ ψιλοῦται. οἷον Ἰγνὺς, Ἰγνύη, τὸ ὄπισθεν τοῦ γόνατος. ἰγνάτιος. ἴγδα. πλὴν τῶν ἀπὸ κλί σεως. Ἷγμαι, ἀντὶ τοῦ ἔρχομαι. καὶ ἵγμενος. Τὸ Ι πρὸ τοῦ ∆ ψιλοῦται. οἷον Ἴδος, ὁ κόπος, καὶ ὁ ἱδρώς. Ἰδίω, τὸ κοπιῶ. ἴδιον. Ἴδε, ἀντὶ τοῦ θέασαι, καὶ ἀντὶ τοῦ, ἰδοὺ ἰδού. Ἴδη, ἡ βοτάνη, καὶ τὸ ὄρος. καὶ Ἰδαῖος, ἀπὸ τῆς ἴδης. πλὴν εἰ μὴ τῷ ∆ τὸ Ρ ἐπάγοιτο. σεσημείωται τὸ ἴδρις· ἔν τισι δὲ δασυνόμενον εὗρον αὐτό. Τὸ Ι πρὸ τοῦ Ε ψιλοῦται. ἰεσσαί. ἰαχονίας. ἰεμενεί. πλὴν τοῦ ἱερός. καὶ τῶν ἐξ αὐτοῦ. ἱερεύς. ἱέρεια. Ἱερεῖον, τὸ θῦμα. ἱερεύω. ἱερουργῶ. ἱεριχώ. ἱερουσαλήμ. ἱέραξ. καὶ 204 ἀπὸ κλίσεως, Ἵει, ἀντὶ τοῦ ἔπεμπεν. ἱεὶς, ἡ μετοχή. Ἵεμαι, ἀντὶ τοῦ προθυμοῦμαι. ἵετο. καὶ τὰ ὅμοια. Τὸ Ι πρὸ τοῦ Ζ δασύνεται ἀεί. Ἵζω, τὸ κάθημαι. καὶ τὰ ἐξ αὐτοῦ. ἱζήσω. ἱζάνω. Τὸ Ι πρὸ Η ψιλοῦται. οἷον ἰησοῦς. ἰητρός. ἰητήρ. Ἴημι, τὸ πορεύομαι. Ἴῃ, ἀντὶ τοῦ ἔλθῃ. πλὴν τοῦ Ἱέω,ἱῶ, τὸ πέμπω, καὶ Ἵημι, τὸ αὐτὸ, ὧν ὁ παρατατικὸς ἵην. Τὸ Ι πρὸ τοῦ Θ ψιλοῦται ἀεί. Ἰθὺς, ὁ εὐθύς. Ἰθα- γενὴς, ὁ ἐγχώριος. ἰθάκη. ἰθακήσιος. Ἰθώμη, πόλις. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Κ ψιλοῦται. Ἴκελος, ὅμοιος. ἴκαρος. Ἰκάριον, πέλαγος. Ἰκόνιον, πόλις. Ἰκρίον, τὸ ὀρθὸν ξύλον.Ἰκτὶς, ὄρνεον. ἰκμάς. ἰκμαλέον. πλὴν τοῦ ἱκανός. ἱκανῶ, ῥῆμα. Ἵκω, τὸ ἱκετεύω· ἀφ' οὗ καὶ ἱκετεία, καὶ ἱκέσιος, καὶ ἱκεσία. Ἵκω, τὸ καταλαμβάνω, ποιητικὸν, διὰ τοῦ ι γραφόμενον. ἀφ' οὗ καὶ ἱκάνω, παράγωγον. ἱκνοῦμαι, καὶ ἀπὸ κλίσεως Ἵκετο, ἀντὶ τοῦ ἦλθε, καὶ ἵκτο τὸ αὐτό. Τὸ Ι πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. Ἴλιος, ἡ Τροία. Ἴλος, κύριον. Ἰλὺς, ὁ βόρβορος. Ἴλη, ἡ τάξις.Ἴλλος, ὁ ὀφθαλμός. Ἰλλὰς, τὸ σχοινίον. καὶ Ἰλλούστριος,τὸ ἀξίωμα. Ἰλεὸς, ὁ φωλεός. ἴλιγγος. ἰλιγγιῶ. πλὴν τοῦ Ἵλαος, ὁ εὐμενὴς, καὶ Ἵλεως, Ἀττικῶς τὸ αὐτό. ἱλῶ,ῥῆμα. ἱλαρός. ἱλαρότης. ἱλαρίων. ἱλάσκω. ἱλασμός. καὶ Ἱλή κοις, ἀντὶ τοῦ ἵλεως εἴης. Τὸ Ι πρὸ τοῦ Μ, φωνήεντος ἐπιφερομένου, δασύνε ται ἀεί. Ἵμερος, ἡ ἐπιθυμία. Ἱμέριος, κύριον. Ἱμὰς, ὁλῶρος. ἱμάσθλη. Ἱμῶ, τὸ ἀντλῶ. ἱμωνιά. Ἱμέρα, πόλις. πλὴν τοῦ Ἴμεναι, ἀντὶ τοῦ πορεύεσθαι. καὶ Ἴμεν, ἀντὶ τοῦ πορευόμεθα. Συμφώνου δὲ ἐπαγομένου ψιλοῦται. Ἴμβρος, νῆσος. καὶ ἕτερα. Τὸ Ι πρὸ τοῦ Ν ψιλοῦται. Ἴναχος, ποταμός. Ἰνὼ, ὄνομα θεᾶς. Ἰνίον, τὸ νεῦρον. Ἲν, Ἰνὸς, ἡ δύναμις. Ἰνῶτὸ ἐνδυναμῶ. πλὴν τοῦ Ἵνα, αἰτιολογικοῦ συνδέσμου. καὶ Ἵνα, ἀντὶ τοῦ ὅπου, τοπικοῦ ἐπιῤῥήματος. Τὸ Ι πρὸ τοῦ Ξ ψιλοῦται. Ἲξ, ὁ σκώληξ. Ἰξίων, κύριον. πλὴν τοῦ Ἵξωμαι, ἀντὶ τοῦ παραγένωμαι. καὶ Ἵξον, ἀντὶ τοῦ κατέλαβον. ὡς τὸ, Οἱ δ' ἵξον κοίλην Λακεδαίμονα