ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
μέχρι τινός, ἀπῆλθεν εἰς τὰ Καλάβρυτα. 16.7 Ἡμεῖς δὲ μετὰ τοῦ αὐθεντὸς ἡμῶν κυροῦ Κωνσταντίνου τοῦ δεσ πότου διὰ τῆς ἄλλης ὁδοῦ ἤλθομεν εἰς τὴν Βοστίτζαν. Καὶ γὰρ εἰ καὶ καλόγερος οὐ ἐγένετο ὁ δεσπότης κὺρ Θεόδωρος, ἵνα ἀπομείνῃ ἅπας ὁ τόπος αὐτοῦ εἰς τὸν κὺρ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ, ἀλλ' οὖν καὶ οὕτως δέδωκε πρὸς αὐτὸν τὴν Βοστίτζαν, καὶ εἰς τὸ ἄλλο μέρος, ὅσα δὴ ἦρχεν ὁ Φραγγόπουλος πρωτοστράτωρ, Ἀνδροῦσαν λέγω καὶ Καλαμάταν καὶ Πήδημα καὶ Μάνην καὶ Νησὶν καὶ Σπιτάλιν καὶ Γρεμ πένιν καὶ Ἀετὸν καὶ Λωῒ καὶ Νεόκαστρον καὶ Ἀρχάγγελον καὶ ἕτερα πολλά· ἃ καὶ σταλεὶς ἐγὼ παρέλαβον ταῦτα παρὰ τοῦ ῥηθέντος πρωτοστράτορος. 16.8 Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Μαρτίῳ δ-ῃ, τέθνηκεν ὁ δεσπότης κὺρ Ἀνδρόνικος, ὁ διὰ τοῦ θείου σχήματος μετονομασθεὶς Ἀκάκιος· καὶ ἐτάφη ἐν τῇ τοῦ Παντοκράτορος μονῇ, ἐν ᾗ καὶ κατέμενε.
17.1 Βουλῆς δὲ ἀποκρύφου, μόνον εἰς ἐμὲ οὔσης παρὰ τοῦ αὐθεντός μου καὶ δεσπότου, ὅτι νὰ ἀπέλθωμεν κατὰ τῆς Πάτρας· καὶ εἰ μὲν ἐπάρωμεν αὐτήν, ἰδοὺ νὰ εὑρισκώμεθα εἰς τὸν Μορέαν καὶ ὁ τόπος αὐτοῦ ὁ τῆς Μαύρης δηλονότι θαλάσσης δοθῇ πρὸς τὸν ἀδελφὸν αὐτοῦ τὸν βασιλέα. Εἰ δὲ οὐδὲν ἐπάρωμεν τὴν Πάτραν, νὰ ὑπάγωμεν ὄπισθεν εἰς τὴν Πόλιν καὶ νὰ ἔχῃ ἐνταῦθα εἰς τὸν Μορέαν τὰ τῆς προικὸς αὐτοῦ κάστρη καὶ ἐκεῖσε τὸν τόπον τοῦ τὴν Μαύρην δηλονότι θάλασσαν· τὰ δὲ δοθέντα παρὰ τοῦ δεσπότου κάστρα πάλιν νὰ δοθῶσιν, ἔνθα ὁ βασι λεὺς διακρίνει. Παρηκολούθησε καὶ τοῦτο, ὅπερ ἦτον ἀπὸ μέρος βεβαίω σις τῆς ἀποκρύφου μελέτης. 17.2 Ἀπὸ τῆς Βοστίτζας διερχόμενοι διὰ τῆς ὁδοῦ τῆς Πάτρας, ἵνα εἰς τὴν Γλαρέντζαν καὶ τὸ Χλουμοῦτζιν ἀπέλθωμεν, ἔνθα καὶ ἡ βασίλισ σα, ἐστάλη Ἀνδρόνικος Λάσκαρις ὁ Παδιάτης εἰς τοὺς ἐν τῇ Πάτρᾳ ἄρχοντας διά τινας δουλείας· κἀκεῖσε προσμείναντος, συνέτυχον αὐτῷ ἰδίως καὶ ἱερεὺς καὶ λαϊκοὶ περὶ τοῦ, ἂν θέλῃ ὁ αὐθέντης αὐτοῦ, ἔχουσι τρόπον, ὅτι νὰ ποιήσουν νὰ ἐπάρῃ τὴν Πάτραν. Ἐλθόντος δὲ τοῦ Λάσ καρι καὶ εἰπόντος μετὰ τῶν ἄλλων καὶ τὰ τῶν Πατρηνῶν ἀπόκρυφα ἀπε πέμφθη ὡς ἀδύνατα καὶ περισσὰ καὶ ἀκούσαντος καὶ λέγοντος. 17.3 Σταλεὶς οὖν εἰς κεφαλὴν εἰς τὴν Ἀνδροῦσαν ὁ αὐτὸς Λάσκαρις, ἔτι δὲ καὶ οἱ ἄλλοι ἄρχοντες εἰς τὰ ἐκεῖσε κάστρη κεφαλάδες, ἀλλὰ δὴ καὶ ὁ πρῶτος τῶν ἀρχόντων τοῦ ὁσπητίου αὐτοῦ ὁ Λάσκαρις Ἀλέξιος εἶχε λαβεῖν εἰς κεφαλάτικον τὴν Βοστίτζαν καὶ ἐναπέμεινεν ἐκεῖσε. 17.4 ∆ιερχόμενοι, ὡς δεδήλωκα, τοῦ δεσπότου καὶ αὐθεντός μου μετ' ἐμοῦ καὶ μόνου ἐνεργοῦντος τὸ περὶ τῆς Πάτρας, εὑρισκομένων εἰς τὴν Γλαρέντζαν, ἐγράψαμεν πολλάκις πρὸς οὓς συνέτυχον περὶ τούτου τὸν Παδιάτην καὶ ἀντέγραψάν μας καὶ πολλάκις, πλὴν ἔκρινον τὸ παρ' ἡμῶν ἀδύνατον, ὡς καὶ ὁ καιρὸς ἔδειξεν. 17.5 Τέλος ἐστήσαμεν, ἵνα ἀπέλθωμεν καὶ νυκτὸς οὔσης εὐρεθῶμεν εἰς τόπον πλησίον τοῦ τέλους ἀμπελίων αὐτῶν δὴ τῶν πατρηνῶν εἰς Τρεῖς Ἐκκλησίας ὀνομαζόμενον, ἐπεὶ καὶ ἦσαν παλαιόθεν <ἐκεῖσε>· ἐκεῖσε δὲ εὑρεθῶσι καὶ οἱ ἄνθρωποι καὶ δηλώσωσιν εἰς πλάτος τὰ διὰ γραφῆς· καὶ εἰ μὲν δυνατά εἰσι, νὰ ἐνεργηθῶσιν, εἰ δ' οὖν, νὰ ἀπέλθωμεν φανε ρῶς καὶ νὰ ἀποκλείσωμεν τὸ κάστρον καὶ ὡς φέρῃ τὸ φέρον. 17.6 Καὶ ἰδοὺ ἐγράψαμεν ὁρισμοὺς εἰς πάντας τοὺς ἐν τῇ περιοχῇ τῆς Ἀνδρούσης, ὅτι τῇ ιε-ῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἵνα ἔλθωσι μετ' ἀρμάτων καὶ τῶν πλειόνων ἀνθρώπων τῆς ἀρχῆς ἑνὸς ἑκάστου αὐ τῶν, ἵνα μετὰ πρέποντος διέλθῃ τὸν τόπον τοῦ πριγκίπου καὶ ἀπέλθῃ εἰς τὰ περὶ Ἀνδροῦσαν ὁ νέος αὐθέντης τοῦ τόπου ἐκείνου· ὁμοίως ἐμηνύ θη καὶ Λάσκαρις ἀπὸ τὴν Βοστίτζαν. 17.7 Ἐλθόντες δέ, ὡς ἐκαβαλλικεύσαμεν καὶ οὐδὲν ἐπιάσαμεν τὴν πε ρὶ τὸν Ἀλφειὸν ὁδόν, ἀλλὰ τὴν ἀριστεράν, ἐθαύμαζον καὶ πρὸς ἀλλή λους ἔλεγον ἐρωτῶντες· Ποῦ ἀπερχόμεθα; Ἐλθόντες δὲ περὶ τὸν συμ φωνηθέντα τόπον περὶ ὥραν ἀλεκτροφωνίας καὶ εὑρόντες καὶ τοὺς ἀν θρώπους καὶ ἰδόντες αὐτοὺς καὶ ἀπράκτους καὶ ἄπρακτα λέγοντες, ἀπε πέμψαμεν. Ἐξημερωθέντες δ' ἐκεῖσε, βουλευόμενοι τί ἄρα νὰ πραχθῇ· τὸ φωσσάτον νὰ πηλαλήσῃ νὰ αἰχμαλωτίσῃ τοὺς