1

 2

 3

 4

 5

 6

 7

 8

8

ἐπὶ τῶν ἀδυνάτων. 3.37 Χυτρεοῦς θεός: ὀστράκινος, εὐτελής. 3.38 Χρυσὸς Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάζοντο. καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. 3.39 ** Ἐγὼ δὲ ᾤμην χρυσοχοήσειν: κέχρηται τῇ παροιμίᾳ Πλάτων· τί δὲ, ἦ δ' ὃς ὁ Θρασύμαχος, χρυσοχοεῖ. ἔλαβεν ἀρχὴν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς· ἄπρακτοι δὲ ὑποστρέψαντες καὶ μάτην κακοπαθήσαντες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας χρυσοχοήσειν καὶ πλουτήσειν. ἐχλευάζοντο δὲ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν φησίν· ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν, λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα. Ψ. 3.40t Ψύρα τὸν ∆ιόνυσον: τὰ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ, πλησίον Χίου, μὴ δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. 3.41 Ψεκὰς: ὁ δρόσος. οὕτως ἐκαλεῖτο Ἀντίμαχος, πτυελώδης ὤν. οὗτος δὲ μελῶν ἦν ποιητής. οὕτω δὲ ἐκαλεῖτο, διότι προσέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι. δεῖ κωμῳδεῖν ἐξ ὀνόματος, ὡς μὴ καθαρεύοντι. Ω. 3.42t Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. 3.43 Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ.