1

 2

 3

 4

 5

 6

 7

 8

8

Λογγῖνος ὁ τὸν υἱόν σου στρατεύσας.» Ἡ δὲ Χρηστὴ ἀναπολήσασα περὶ τοῦ υἱοῦ αὐτῆς, βοῶσα ἔλεγεν· «Κύριε, εἰ ἐστράτευσας, οὐκ ἂν ἀπέκτεινας αὐτόν.» Ὁ δὲ πιστότατος Λογγῖνος εἶπεν πρὸς αὐτήν· «Ἴδε καὶ νῦν βλασφημίας λαλεῖς. Ἀλλ' ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς οἰκίας σου, καὶ ὄψει τὸν υἱόν σου ὅτι ἐστράτευται.» Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτῆς, ἐξέβαλεν αὐτὴν ἔξω καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ φῶς μέγα ἐν τῇ νυκτί· ἀναβλέψασα δέ, εἶδεν ὡς ἐν ἐκστάσει τὸν οὐράνιον βασιλέα καὶ τὸν υἱὸν αὐτῆς προπορευόμενον. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν αὐτῇ· «Κἂν νῦν ἑώρακας τὸν υἱόν σου, ὅτι ἐστράτευται, πεπίστευκας νῦν;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, ἀρκετόν μοι ἃ δὴ ἐλάλησα κατὰ σοῦ, δέσποτα.» Καὶ εὐθέως ἀφανὴς ἐγένετο.

30 Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα <διὰ> ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ. Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου· καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ <.....> τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.