8
ὕπνου μεταλαγχάνειν τῇ ἀσχολίᾳ τῇ περὶ ταῦτα· ἐν οἷς ὑπεραχθόμενος ὁ πάππος καὶ βασιλεὺς τραχύτερον ἐπέπληττε τὸν νέον ὀνειδιστικοῖς τοῖς σκώμμασι βάλλων, οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ πολλῶν παρόντων καὶ τῶν τῆς συγκλήτου καὶ τῶν κατὰ γένος προσηκόντων αὐτῷ. πάντα μὲν οὖν ἐλύπει τὴν τοῦ νέου ψυχὴν οὕτως ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς δοκοῦντος περιυβρίζεσθαι· ὃ δὲ τῶν ἄλλων μᾶλλον ἠνία, τοῦτ' ἦν, ὅτι πρὸς τοὺς παρόντας μαρτυρόμενος τὸ τοῦ ἐγγόνου διάστροφον δῆθεν ὁ βασιλεὺς ἔλεγεν· «εἰ πρός τι τῶν ἀναγκαίων χρήσιμος οὗτος ἀποδειχθῇ, ζῶν μὲν ἄξιος βληθῆναι λίθοις ἐγὼ, ἀποθανὼν δὲ ἀνορυχθῆναι καὶ παραδοθῆναι πυρί.» μεταξὺ δὲ τῶν σκωμμάτων τούτων καί τι τοιοῦτον συνηνέχθη γενέσθαι. ἦλθέ ποτε βασιλεὺς ὁ νέος τὴν συνήθη προσκύνησιν ἀποδώσων τῷ πάππῳ· εἰσιὼν δὲ τοῦ οἰκίσκου τὴν θύραν, ἐν ᾧ καθῆστο συνήθως ὁ βασιλεὺς, ἐκ μαρμάρων οὖσαν τὴν φλοιὰν ἡρμοσμένην, συμβέβηκε τὸν ἐπὶ τῆς κεφαλῆς λίθον τῷ μαρμάρῳ προσαῤῥαχθῆναι, ἐφ' ᾧ διαταραχθεὶς οὐκ ὀλίγον ὁ βασιλεὺς, καὶ σιγῇ μὴ δυνηθεὶς καρτερῆσαι, «ὁρᾷς», εἶπε μεγάλῃ τῇ φωνῇ, «ὡς, ὅπερ ἐγὼ λέγω, καὶ θεὸς ἐπιμαρτυρόμενος ἄνωθεν ἀνάξιον κέκρικέ σε τῆς βασιλείας, καὶ διὰ τοῦτό σε τὸ σύμβολον αὐτῆς τῇ πέτρᾳ προσαῤῥάξαι παρακεχώρηκε;» τοῦτο παν 1.28 τὸς βέλους πικρότερον ἐλυμήνατο καὶ κατέτρωσε τὰ σπλάγχνα τοῦ νέου, καὶ πρὸς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀπελθὼν, ἔκειτο βαρέα στενάχων, ψυχὴν ἐρευγόμενος, ποιητικῶς εἰπεῖν. ϛʹ. Ὅμως δ' ἑαυτὸν τῆς πολλῆς ἀθυμίας ἀναλαβὼν, ἔγνω δεῖν πρεσβείᾳ χρήσασθαί τινι πρὸς τὸν πάππον καὶ βασιλέα, ἅμα μὲν καὶ τὴν ὀργὴν ἐκμειλιξόμενος τὴν ἐκείνου καὶ πρᾳότερον καταστήσων, ἅμα δὲ καὶ τὴν αἰτίαν ἐθέλων μαθεῖν, δι' ἣν πρὸς αὐτὸν ὁ βασιλεὺς οὕτως ἐκπεπολέμωτο. πέμπει δή τινα τῶν ἐπ' ἀρετῇ καὶ φιλοσοφίᾳ γνωρίμων καὶ παρὰ τοῖς ἁπάντων στόμασι κείμενον Ἰωσὴφ, ὃς ἐφιλονείκησε μὲν, τό γε εἰς αὐτὸν ἧκον, τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύψαι, οὐκ ἠδυνήθη δὲ, τοῦ δεσποτικοῦ λόγου πάντως μὴ δυναμένου διαπεσεῖν, ἀλλ' εἰς τοσοῦτον ἦλθε περιφανείας, ὡς ψήφῳ κοινῇ βασιλέως τε καὶ συνόδου τῆς ἱερᾶς, ἔτι δὲ καὶ συγκλήτου πάσης, τῶν ἐκκλησιαστικῶν θρόνων τῆς νέας ταυτησὶ Ῥώμης ἄξιος ἀποδειχθῆναι, κἂν αὐτὸς τῷ λίαν ταπεινῷ καὶ μετρίῳ τοῦ ἤθους ἀπώσατο τὴν ἀξίαν, τὸ τῆς καθέδρας ὕψος καὶ τὸ μέγεθος εὐλαβηθεὶς τῆς ἀρχῆς. τούτῳ δὴ χρησάμενος πρεσβευτῇ, ἀναφέρει δι' αὐτοῦ τῷ βασιλεῖ καὶ πάππῳ τοιάδε· «Τῶν γεγεννηκότων πάντων πρὸς τοὺς ἐξ αὐτῶν φυσικῇ τινι κεκρατημένων στοργῇ, εἰκός ἐστι δήπου καὶ τὰ τῶν παίδων ἐλαττώματα συσκιάζειν ἐθέλειν. κἄν τις ὑπὲρ τοῦ παιδὸς πολλούς τινας διεξέλθῃ καὶ θαυμασίους ἐπαίνους, ὑποψίαν οὐ μικρὰν τοῖς ἀκούουσι παρέχει ὡς οὐ τοῦ παιδὸς ὄντος τοιούτου, ἀλλὰ πολλῷ τῷ μέτρῳ λειπομένου τῶν ἐπαίνων, αὐτοῦ δὲ ἀπατωμένου διὰ τὴν σχέ 1.29 σιν τὴν πρὸς αὐτόν· ἂν δ' ὁ πατὴρ τῷ παιδί τινα καὶ μικρὸν προστρίψηται ψόγον, πάλιν ἐκ διαμέτρου πολλαπλασίονα τὸν ψόγον ὑπονοοῦσι, τὴν ἴσην προστιθέντες αἰτίαν. σοῦ τοίνυν τοῦ πατρὸς κατ' ἐμοῦ τοῦ παιδὸς οὕτως ἐξωργισμένου, καὶ πολλὰς καὶ ποικίλας ὁσημέραι καταχέοντος τὰς λοιδορίας καὶ τὰ ὀνείδη, καὶ, τὸ πάντων ἐμοὶ βαρύτατον καὶ ὃ μήτ' ἀκούειν μήτε λέγειν ἀνεκτὸν ἐμοὶ, κατὰ σεαυτοῦ πολλάκις τὰ δεινότατα ἐπαρωμένου, εἴποτ' ἐγὼ πρός τι τῶν χρησίμων εὐφυῶς ἔχων φανείην· τὸ δ' ἔτι ὂν θανάτου πικρότερον, τὸ καὶ μικρά τινα συμβάματα, ὡς ἔτυχεν ἐκ τοῦ συμπεσόντος γεγενημένα, θεοσημείας καὶ θεοῦ βουλῆς ἀποκαλύψεις ἡγεῖσθαι, ἐμὲ τῆς βασιλείας οὐκ ἄξιον ἀποδεικνύντος, τίς ἔσται Ῥωμαίων, ὃς ταῦτα ἀκούων, οὐ θαλάσσας ὅλας κακῶν ἐμοὶ συνειδέναι λογιεῖται τὸν πατέρα; καὶ διὰ τοῦτο καὶ μικρά τινα προχεῖσθαι τοῖς ἔξω, δεῖγμα τοῦ κεκρυμμένου πλήθους τῶν ἀφορήτων κακῶν καὶ σοὶ τῷ πατρί· ὅπου γε καὶ θαυμάζοντός σου καὶ πολλοὺς ἐπαίνους διεξιόντος καὶ πλέον σεμνύνοντος ἢ προσῆκε, τούτους δὲ εἰκὸς ἦν τὸν ἔπαινον ὑποπτεύειν, τῇ πρὸς τὸν παῖδα διαθέσει τοῦτο λογιζομένους. ταῦτ' ἔστιν ἅ με λυπεῖ καὶ τὴν ζωὴν