8
τῆς εὐψυχίας ἐποχοῦσι τῷ ιππῳ. Αγετε. τὸ ἡγεῖσθε καὶ οιετε. ̓Αγείρει. συνάγει. καὶ ἀγείρουσιν. ̓Αγείρασ. ὁ χωλός. Αγειν καὶ φέρειν. τὸ ληστεύειν καὶ ἁρπάζειν. αγειν δὲ καὶ ἀπάγειν χρήματα. καὶ ἐπὶ ἀψύχων. καὶ κομίζειν ἀδιαφόρως. Αγειν ἐπὶ ἐμψύχων. φέρειν ἐπὶ ἀψύχων. ̓Αγηόχασιν. ηνεγκαν. παρ' οὐδενὶ εὑρίσκεται τῶν ἀκριβῶν ἀγηόχασιν, ἀλλ' ἐν ἐπιστολῇ Φιλίππου τοῦ Μακεδόνος· οἱ δόκιμοι δὲ περὶ τὴν διάλεκτον, ηχα, συνῆχα, ἐξῆχα λέγουσιν. ̔Αγιασθήτω. ἀντὶ τοῦ δοξασθήτω. alpha.35 ̔Αγιάσατε. προευτρεπίσατε. ̔Αγιάσαι. καρπῶσαι. καῦσαι ἁγίως. ̓Αγάλλει. σκευάζει· κοσμεῖ. ποιεῖ. ̓Αγαλματοφορούμενοσ. ἀγάλματα ητοι τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. ουτως Φίλων. ̓Αγάλλων. ὁ ἑαυτὸν σεμνὸν ποιῶν· η χαίρων. ̓Αγηγέρατο. συνηθροίζοντο. ̓Αγαίομαι. φθονοῦμαι. Αγε δῆτα. φέρε, κόμιζε δεῦρο. ∆ιόγενες, αγε, λέγε, τίς ελαβέ σε μόρος ἐς αϊδος; ελαβέ με κυνὸς ὀδάξ. ̓Αγηλατεῖν. διώκειν, φυγαδεύειν. ἐὰν δασύνῃς, τὸ αγος καὶ τὸ μίασμα ἐλαύνειν· ἐὰν δὲ ψιλώσῃς, ἀντὶ τοῦ ἀπελάσειν. ̓Αγηγέρατο. συνηθροίζοντο. ἐκ τοῦ ἀγείρω. ὁ μέλλων ἀγειρῶ. ὁ παρακείμενος ηγερκα, ὁ παθητικὸς ηγερμαι. τὸ ˉγ. ηγερται, καὶ ἰακῶς ἀγήγερται. ειτα ὁ ὑπερσυντελικὸς ἠγέρμην, ηγερτο καὶ ἀγήγερτο, καὶ ἰακῶς ἀγηγέρατο. ̓Αγινεῖ. ἀντὶ τοῦ φέρει. ἐκ τοῦ αγω τὸ φέρω γίνεται. κατὰ πλεονασμὸν τοῦ ν. αγω ἀγνῶ καὶ ἀγινῶ. τὸ δὲ ν πέφυκε πλεονάζειν. ̓Αγλαεῖσθαι. καλλωπίζεσθαι. ἀγλαΐζω, ἀγλαΐσω, ἀγλαϊῶ καὶ ἀγλαεῖσθαι. alpha.36 ̓Αγνοῶ. παρὰ τὸ νοῶ καὶ πλεονασμῷ τοῦ γ, γνοῶ, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀγνοῶ. ̓Αγορεύω. παρὰ τὸ ἀγορά. τοῦτο παρὰ τὸ ἀγείρω. τοῦτο παρὰ τὸ αγω καὶ τὸ ειρω τὸ λέγω. ὁ πρὸς τὸ λέγειν συναθροιζόμενος. † ̓Αγωνιόντεσ. ἀντὶ τοῦ ἀγωνιζόμενοι.† ̔Αγιασθέντων. ἀφιερωθέντων. ̔Αγίσαι καὶ καθαγίσαι. τὸ καρπῶσαι. ̓Αγκιστρεύει. ἀντὶ τοῦ δελεάζει. ̓Αγκυρίσασ. ἀντὶ τοῦ καταπαλαίσας. ̓Αγγαροφορεῖν. ἐπὶ τοῦ φορτία φέρειν. ̓Αγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι περὶ πρᾶγμα. ἀνάγγειλον ἡμῖν περὶ τὸ πρᾶγμα ἠγωνίσω. Αγχειν. πνίγειν. παρὰ τὸ αγω, αγειν, καὶ πλεονασμῷ τοῦ χ αγχειν. ̓Αγοράσω λέγουσι· τὸ δ' ἀγορῶ βάρβαρον. ̓Αγχλάσασ. ἀναχλάσας, ἀναβαστάσας, ἀνακουφίσας. ̓Αγώμενοσ. θαυμαζόμενος. ̓Αγόμενος δέ· ὁ φερόμενος μικρόν. ̓Αγωνιᾷν. ἀντὶ τοῦ ἀγωνίζεσθαι. ουτως ̓Ισοκράτης. ̓Αγωνιούμενοι. εἰς ἀγῶνας ἐμβαλοῦντες. alpha.37 ̓Αγωνιῶ. τὸ κινδυνεύω καὶ τὸ φοβοῦμαι. ἀγύβιος· πολλαὶ δὲ πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς ̔Ρωμαίοις. ̓Αγωνιῶσαι τὰς πεζικὰς παρατάξεις καὶ δυνάμεις. ̓Αγωνιῶντεσ. ἀντὶ τοῦ ἀγωνιζόμενοι. ουτως ̓Ισοκράτης. ̓Αγωνιῶν. δεδιώς. ἀγωνιῶν δὲ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς βουλὰς τὰς περὶ τὸ σῶμα. ̓Αγρόμενοι. συναθροιζόμενοι. καὶ συναθροίζοντες. ἀγρόμενοι πᾶς δῆμος. σύνταξις πρὸς σχῆμα· ὁ δῆμος ἀγρόμενοι. ἐπεὶ ὁ δῆμος πλῆθος σημαίνει. ̓Αγρώσσω. τὸ ἀγρεύω. Ομηρος· ἰχθῦς ἀγρώσσω. Αγνυται. κλᾶται. ̓Αγρυγεῖται. ὑβρίζει. ̓Αγχονῆσαι. πνίξαι. ἀπαγχονίσαι δὲ, τ. ̓Αγνυμένων. συντριβομένων. ̓Αγασάμενοι. θαυμάσαντες. ̓Αγγεῖλαι. κυρίως, τὸ διὰ λόγων κελεύειν. παρὰ τὸ λέγω, ἀνλέγω· καὶ καθ' ὑπερβιβασμὸν ἀγγέλω, τροπῇ τοῦ ˉν εἰς ˉγ. ̓Αγῆλαι. τιμῆσαι, κοσμῆσαι, σεμνύναι. εἰς αγασιν καὶ χαρὰν ἀγαγεῖν. αγασιν δὲ λέγει τὸν θαυμασμένον. ̓Αγηλάειν. σώζειν. Αγρει. ἀντὶ τοῦ αγε δὴ ζῶντας. alpha.38 ̓Αγαπᾷν. οπέρ ἐστιν ἐξ ἀγάπης. λέγεται δὲ καὶ τὸ ἀρκεῖσθαι. ̔Αγιάσατε. ἀφορίσατε. ̓Αγορεύων. δημηγορῶν. ̓Αγρίσκεται. πικραίνεται. ̓Αγασάμενοσ. θαυμάσας, καὶ ἀντὶ τοῦ φθονήσας. ̓Αγκυλώμενοσ. ἀντὶ τοῦ ἀγκύλην εχων. εστι δὲ ἡ ἀγκύλη ειδος ἀκοντίου. ̓Αγχεμαχῶν. ὁ συστάδην καὶ πλησίον πολεμῶν. καὶ ἀγχέμαχα οπλα, οιον ἐστὶν ἡ σπάθη. ἑκηβόλα δὲ οπλα τὰ ἀπὸ τόξου πεμπόμενα βέλη. καὶ ὁ θεολόγος· ἀγχεμάχοις οπλοις, τοῖς ἀπὸ γλώσσης. ( ̓Επίῤῥημα.) ̓Αγεννῶσ. ἀνάνδρως. ̓Αγεληδόν. δίκην ἀγέλης ἠθροισμένοι. Αγxi. πλησίον. ̓Αγχοῦ. ἀντὶ τοῦ ἐγγύς. ̓Αγροίκωσ. ἀμαθῶς. ̓Αγνωμόνωσ. ἀχαρίστως, ἀμαθῶς η ἀνοήτως. παρὰ Πλάτωνι. ̓Αγκράτος ἐλαύνονται. ἀντὶ τοῦ πάνυ ἐλαύνονται. ουτως Ξενοφῶν. Τὸ Α μετὰ τοῦ ∆. ̓Αδαήσ. ὁ ἀμαθὴς, ὁ ἐστερημένος τοῦ