γάσασθαι τῶν κατ' Aἴγυπτον, ἀλλὰ καὶ τὸ μάχιμον ἔθνος νομοθεσίαις στήσασθαι. Τέταρτον δέ φασι νομοθέτην γε γενῆσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ διαφέροντα. Μετὰ δὲ τοῦτον προσελθεῖν λέγεται τοῖς νό μοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Aἰ γύπτου. Ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα ∆αρεῖον τοῖς νόμοις ἐπιστῆναι τοῖς τῶν Aἰγυπτίων. Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγρά φασι, καὶ ταῦτα πάντα παρ' Aἰγυπτίων ἱερέων μεμαθηκέναι φήσαντες, παρ' οἷς οὐκ ἐτέχθη Μωϋσῆς μόνον, ἀλλὰ καὶ πά σης τῆς Aἰγυπτίων παιδεύσεως μετασχεῖν ἠξιώθη, διὰ τὸ ὑπὸ θυγατρὸς βασιλέως εἰς παιδὸς ᾠκειῶσθαι χώραν καὶ διὰ τὴν προειρημένην πρόφασιν πολλῆς ἠξιώσθαι σπουδῆς, ὡς ἱστο ροῦσιν οἱ σοφώτατοι τῶν ἱστοριογράφων, οἱ καὶ τὸν βίον αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸ τοῦ γένους ἀξίωμα ἀναγράψασθαι προελόμενοι, Φίλων τε καὶ Ἰώσηπος. Oὗτοι γάρ, τὰς Ἰου δαίων ἱστοροῦντες πράξεις, ἀπὸ μὲν τοῦ Χαλδαίων γένους τὸν Μωϋσέα γεγενῆσθαί φασι· τῶν δὲ προγόνων αὐτοῦ διὰ λιμοῦ πρόφασιν ἀπὸ τῆς Φοινίκης ἐπὶ τὴν Aἴγυπτον μεταναστάντων ἐκεῖ τὸν ἄνδρα τετέχθαι φασίν, ὃν δι' ὑπερβάλλουσαν ἀρετὴν ὁ θεὸς τιμῆσαι προὔθετο, καὶ ἄρχοντα καὶ στρατηγὸν καὶ νο μοθέτην γενέσθαι τοῦ ἑαυτοῦ γένους ἠξίωσεν, ὁπηνίκα ἀπὸ τῆς Aἰγύπτου τὸ τῶν Ἑβραίων πλῆθος ἐπὶ τὴν οἰκείαν χώραν ἐπανελθεῖν ἐδικαίωσεν. Τούτῳ πρῶτον ὁ θεὸς καὶ τὴν ἄνω θεν ἐπὶ τοὺς ἁγίους ἄνδρας θείαν καὶ προφητικὴν τηνικαῦτα κατιοῦσαν παρέσχε δωρεάν, καὶ πρῶτον τῆς θεοσεβείας ἡμῶν διδάσκαλον γενέσθαι παρεσκεύασεν, εἶτα μετ' αὐτὸν τοὺς λοι ποὺς προφήτας, τοὺς καὶ αὐτοὺς τῆς αὐτῆς αὐτῷ τυχόντας δω ρεᾶς καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διδάξαντας ἡμᾶς. Τού τους ἡμεῖς τῆς ἡμετέρας θρησκείας διδασκάλους γεγενῆσθαί φαμεν, μηδὲν ἀπὸ τῆς ἀνθρωπίνης αὐτῶν διανοίας διδάξαντας ἡμᾶς, ἀλλ' ἐκ τῆς ἄνωθεν αὐτοῖς παρὰ θεοῦ δοθείσης δωρεᾶς. Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδα σκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσθαί φατε; Ἀδύνατον γάρ, ὥσπερ πολλάκις ἔφην, τὰ οὕτω μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας ἢ αὐ τοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Oὐκοῦν ἐπειδήπερ ἱκανῶς ἐκ τῶν προειρημένων τὰ τῶν φιλοσόφων ὑμῶν ἐλήλεγκται πράγματα πάσης ἀγνοίας καὶ ἀπάτης φανέντα πλήρη, ἀφέμενοί που λοιπὸν πάντως τῶν φιλοσόφων, ὥσπερ πρότερον τῶν ποιητῶν, ἐπὶ τὴν τῶν χρηστηρίων ἀπάτην τρα πήσεσθε· οὕτω γὰρ ἀκήκοα λεγόντων τινῶν. Oὐκοῦν ἀκόλου θον ἡγοῦμαι, ἃ παρ' ὑμῶν πρότερον περὶ αὐτῶν ἀκήκοα λε γόντων, ταῦτα ἐν καιρῷ νυνὶ πρὸς ὑμᾶς εἰπεῖν. Ἐρομένου γάρ τινος, ὡς αὐτοί φατε, τὸ παρ' ὑμῖν χρηστήριον, τίνας