EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντελῶς καταλύει. Eἷς οὖν ἐστιν ὁ υἱός, ὅ τε λυθεὶς ὅ τε τὸ λυθὲν ἀναστήσας· ᾗ γὰρ ἄνθρωπος, ἐλύθη, ᾗ δὲ θεός, ἀνέστησεν. Ὅταν οὖν ἀκούσῃς περὶ τοῦ ἑνὸς υἱοῦ τὰς ἐναντίας φωνάς, καταλ λήλως μέριζε ταῖς φύσεσιν τὰ λεγόμενα, ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει προσνέμων, ἂν δέ τι μικρὸν καὶ ἀνθρώ πινον, τῇ ἀνθρωπίνῃ λογιζόμενος φύσει. Oὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον διαφεύξῃ, ἑκάστης ἃ πέφυκεν δεχομένης φύσεως, καὶ τὸν υἱὸν τὸν ἕνα καὶ πρὸ πάντων αἰώνων καὶ πρόσφατον κατὰ τὰς θείας γραφὰς ὁμολογήσεις. Καὶ μή με τις ἐρωτάτω τῆς ἑνώσεως τὸν τρόπον. Oὐ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ὁμολογῶν, τοὐναντίον δὲ καὶ μᾶλλον καυχήσομαι, τοῖς ἀποῤῥήτοις πιστεύων καὶ μύστης τούτων ὑπάρχων ὧν καὶ λόγος καὶ νοῦς ἀτονεῖ τὴν κατάληψιν. Ὥστε μηδὲν ἐναργὲς περὶ τούτου μήτε παρ' ἐμοῦ μήτε παρ' ἑτέρου μανθάνειν ἐλπίσειεν. Eἰ δ' ὅσον ὁ νοῦς ἡμῶν ἐχώ ρησεν περὶ τούτου βούλει γνῶναι, φθόνος μὲν οὐδεὶς πρὸς παῖδας ἐκκλησίας, τοσοῦτον δὲ τοῖς λεγομένοις ἐπισημηνά μενος, ὡς δεῖ τοῖς ἐγχειροῦσιν τὴν ἔκθεσιν τῆς ἄνωθεν ·οπῆς τε καὶ συνεργίας, ἐπὶ τὴν εἰς δύναμιν κατάληψιν εἶμι. Τινὲς μὲν οὖν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες, οὕτως ἐκδεδώκασιν· καὶ ἁρμόδιόν γε τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν. Ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄν θρωπος, ἔχει δὲ φύσεις ἐν ἑαυτῷ δύο διαφόρους, καὶ κατ' ἄλλο μὲν λογίζεται, κατ' ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ (ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμ πηξιν, χερσὶν τὸ νοηθὲν εἰς πέρας ἄγει), οὕτως ὁ υἱός, εἷς ὢν καὶ δύο φύσεις, κατ' ἄλλην μὲν τὰς θεοσημείας εἰργά ζετο, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο. Ἠι μὲν γὰρ ἐκ πατρὸς καὶ θεός, ἐνεργεῖ τὰ θαύματα, ᾗ δὲ ἐκ παρθένου καὶ ἄνθρωπος, τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμενεν. Eἴ τις ἕως τούτου τὰ τοῦ παραδείγματος δέχοιτο, ἔχει καλῶς ἡ εἰκών· εἰ δὲ ὅλον ὅλῳ τῷ παραδείγματι συγκρίνοι, τὰ τῆς διαφορᾶς ἀναφανήσε ται. Ὁ γὰρ ἄνθρωπος, εἰ καὶ διττὰς ἐν ἑαυτῷ δείκνυσιν τὰς φύσεις, οὐ δύο φύσεις ἐστίν, ἀλλ' ἐκ τῶν δύο· ὡς γὰρ τὸ σῶμα σύγκειται μὲν ἐκ πυρὸς καὶ ἀέρος, ὕδατός τε καὶ γῆς, οὐκέτι δὲ τὸ σῶμα πῦρ εἴποις εἶναι οὐδὲ ἀέρα ἤ τι τῶν ἄλλων (οὐδὲ γὰρ ταὐτὸν τοῖς ἐξ ὧν ἐστίν, ἐπεὶ καὶ διάφορος ὁ λόγος τοῦ τε συγκειμένου τῶν τε συντεθέντων), οὕτως ὁ ἄνθρωπος, εἰ καὶ ἐκ ψυχῆς καὶ σώματός ἐστιν, ἕτερος παρὰ τὰ ἐξ ὧν ἐστίν. Ὧδε δὲ μάθοις ὃ λέγω σα φέστερον. Ἐκ διαφόρων ὑλῶν τὸν οἶκον οἰκοδομοῦμεν· ἀλλ' οὐκ ἄν τις εἴποι τὸν οἶκον ταὐτὸν ὑπάρχειν ταῖς ὕλαις ταῖς ἐξ ὧν ἐστίν. Oὐ γὰρ ἁπλῶς οἱ λίθοι καὶ τὰ ξύλα καὶ τὰ λοιπὰ ὁ οἶκός ἐστιν· εἰ γὰρ τοῦτο ἦν, καὶ πρὸ τῆς οἰκο δομίας διῃρημένας αὐτὰς τὰς ὕλας οἶκον ἄν τις δικαίως κα