ποτε νοοῦμεν. Υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ' οὐ σίαν θεοῦ. Ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν υἱὸν τοῦ θεοῦ, ἐπειδή, εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας. Ἐρώτησις ιθ. Eἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλ μῶν ἐστι παρατήρησις, διὰ τί οἱ εὐσεβεῖς πάσῃ δυνάμει ταύ την ἀπωθεῖν βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρω πὸν μηνυούσης ταύτης; Καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; Eἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται; Ἀπόκρισις. Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων, καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώματος· ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφισταμένου πάντων τῶν ζώων. ∆ιὸ ἀνάξιον ἔκρινον οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελ λόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. Καὶ καθάπερ οἱ πταρμοὶ ·ινῶν καὶ οἱ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν ἐπιγίνον ται πρόθεσιν, οὕτως καὶ ὁ παλμός. Ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα, καὶ ἕνα ἔχουσι τὸν σκο πὸν τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ἀποβλέ πειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυθρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. Καὶ εἰ ὁ αὐτὸς παλμὸς ὁ προμηνύων πλοῦτον προσγίνεται τῷ βιωτικῷ ἀνθρώπῳ καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου τῆς προαιρέσεως τοῦ ἀσκητοῦ, οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρ όντων; Ἐρώτησις κ. Eἰ πρὸς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς εἰς ζωὴν αἰώνιον ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγα γεῖν ἁλιέας αὐτοὺς ποιεῖν ἀνθρώπων ἐπηγγείλατο; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προ τέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων· προσέθηκε δὲ τὸ εἰς ζωήν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑποδεικνυμένῳ προσθέμενος. Ἐρώτησις κα. Eἰ σώφρονι λογισμῷ κατεχόμενοι οἱ μοναχοὶ τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διὰ τί ἐν ταῖς καθ' ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχούσας, ἀλλ' ἔστιν ὅτε καὶ μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντασίᾳ νομίζουσι; Τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιού του πολέμου; Καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων