ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆς καθ' οἱονδήποτε τρόπον γινομένης τὸ τέλος ἐστὶ τὸ εἰς τὰ στοιχεῖα χωρεῖν τὰ ἀναλυόμενα. Oὐ χρὴ οὖν διὰ τὴν ὑπ' ἀλλήλων βρῶσιν ἀν θρώπου καὶ ἰχθύος σεσοφισμένην κατασκευάζειν ἀπορίαν ἀναι ρετικὴν ἀναστάσεως, ἀλλὰ πρὸς τὴν δύναμιν ἀφορᾶν τοῦ θεοῦ, τοῦ μὴ μόνον ἐπαγγελλομένου ποιεῖν τῶν νεκρῶν τὴν ἀνάστα σιν, ἀλλὰ καὶ διὰ τῆς ἤδη ἠργμένης ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ βεβαίαν παρεσχηκότος ἡμῖν ταύτης τὴν πίστιν. Ἀλλ' εἰ τὰ στοιχεῖα ὑπόκειται εἰς τὴν κτίσιν τῶν γινομένων καὶ εἰς ἀνάκτισιν τῶν φθαρέντων, πῶς, εἰ ἄπιστον καὶ ἀδύ νατον ἡγεῖται ὂν τὴν ἀνάκτισιν τῶν φθαρέντων, οὐκ ἄπιστος καὶ ἀδύνατος ἔσται καὶ ἡ κτίσις τῶν γινομένων τὴν ἀρχήν; Ὅπερ ἐστὶν ἄτοπον. β. Oὔτε τὴν κτίσιν τοῦ κόσμου οὔτε τὴν ἀνάκτισιν αὐτοῦ πιστεύουσιν Ἕλληνες. Ἀλλ' εἰ μὲν ἀληθεύουσι τὸ πρῶτον, οὕτως ἂν γένοιτο δῆλον. Λέγουσι γὰρ τὸν χρόνον εἶναι ἀΐ διον. Ἀλλ' εἰ μὲν ὁ χρόνος ἐστὶν ἀΐδιος, ἀνάγκη ἄρα καὶ τὰ μέρη τοῦ χρόνου εἶναι ἀΐδια, τουτέστι τάς τε ὥρας καὶ τὰς ἡμέρας, τούς τε μῆνας καὶ τὸν ἐνιαυτόν. Eἰ δὲ ταῦτα οὐκ ἔστιν ἀΐδια, διὰ τὸ εἶναι ἐν αὐτοῖς τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα, οὐδ' ἄρα ὁ κόσμος, ὢν ἐν τῷ χρόνῳ, δύναται εἶναι ἀγένητος. γ. ∆ιὰ δύο πράγματα χρὴ ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνά στασιν, ἢ διὰ τὸ μὴ δύνασθαι τὸν θεὸν ἐγείρειν τοὺς νεκρούς, ἢ διὰ τὸ μὴ λυσιτελεῖν τοῖς ἀνισταμένοις εἶναι αὐτοὺς ἀφθάρ τους. Τούτων δὲ τὸ μέν ἐστιν ἀσεβές, τὸ δὲ γελοῖον. Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἐκ τῆς ἀσεβείας καὶ γέλωτος συνέστηκεν ὁ λόγος τῶν ἀπιστούντων τῶν νεκρῶν τὴν ἀνάστασιν; δ. Ἂ ποιεῖ ὁ θεὸς αὐτουργικῶς, ταῦτα προστάγματι ποιεῖ· σύγχρονος δὲ τῷ προστάγματι τοῦ θεοῦ ἡ ὕπαρξις τῶν ὑπ' αὐτοῦ ποιουμένων. ∆ιενοήθης, φησί, καὶ πάρεστιν. Ἀλλ' εἰ τοῦτο ἁρμοδίως εἴρηται περὶ τοῦ θεοῦ, πῶς ὁ ἀπι στῶν τὴν ἀνάστασιν οὐκ ἀπιστεῖ καὶ τῷ θεῷ τὸ ἔχειν τὴν τοι αύτην δύναμιν; Oὐδὲ γὰρ ἑτέρου τινὸς δέονται οἱ ἀνιστάμενοι ἐκ τῶν νεκρῶν πλὴν τοῦ προστάγματος τοῦ θεοῦ. ε. Eἰ ἀληθές ἐστι τὸ Τῶν ἀδοκήτων πόρον εὗρε θεός, καθάπερ οὖν καὶ ἀληθές, πῶς οὐ ψευδῆ τὸν λόγον ποιεῖ ὁ τῶν νεκρῶν ἀπιστῶν τὴν ἀνάστασιν; . Eἰ, γινομένης τῆς ἀνακτίσεως, ἐξ ἀνάγκης ἀναιρεῖται πᾶσα ἡ περὶ τοῦ δημιουργοῦ τοῦ κόσμου κατὰ τῶν ἔργων αὐτοῦ ἐν ἀνθρώποις διχόνοια, πῶς οὐκ ἔσται τοῦ κόσμου ἡ ἀνάκτισις καλλίων τῆς τοῦ κόσμου κτίσεως; ∆ιὰ γὰρ τὴν ἀνά κτισιν καλὴ καὶ ἡ κτίσις. Ἐκείνης δὲ ἀπιστουμένης ὡς ἀδυ νάτου, πῶς οὐ κακίστη ἔσται ἡ τοῦ κόσμου κτίσις; ζ. Ἄλλο τὸ πάντη ἀδύνατον, καὶ ἄλλο τὸ τινὶ ἀδύνατον. Πάντη μὲν ἀδύνατόν ἐστιν, ὡς τῇ διαμέτρῳ τὸ σύμμετρον εἶναι τῇ πλευρᾷ· τινὶ δὲ ἀδύνατόν ἐστιν, ὡς τῇ φύσει τὸ χωρὶς σπέρματος ποιεῖν ζῶον. Τίνι τούτων τῶν ἀδυνάτων ὑποβάλ