1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

τείχεσι παντοίαις αὐτὰ μηχαναῖς κατασπᾶν διεμηχανῶντο, πᾶσαν ἑλέπολιν τεκτήναντες εὐφυῶς καὶ ἅπαν πρὸς τοῦτο μηχάνημα· ἕτεροι δὲ ταῖς κλίμαξιν ἀνιέναι προὐθυμοῦντο γενναίως. Καὶ πάντ' ἦσαν αὐτοῖς ἐνεργά· τῇ πρώτῃ γὰρ ἅμα προσβολῇ τοῦ πολέμου τοὺς ἐπ' ἐκεῖνο τὸ μέρος τοῦ Τριγωνίου σχεδὸν ἅπαντας ἡμιθνῆτας κατέστησαν διὰ τῶν βελῶν, δίκην νιφάδων πεμπομένων εἰς τὸν ἀέρα· καὶ κενὸν εὐθὺς ἐκεῖνο τὸ μέρος, οὐκ ὄντων ἑτέρων εἰς φυλακὴν ἐπιστῆναι καὶ τὴν τῶν πολεμίων ἔφοδον ἀποκρούσασθαι. [Ἡμεῖς δ' ὀλίγοι καὶ μηδὲ πάντες ἐπὶ τῶν τειχῶν, δι' ἣν αἰτίαν ὀλίγον πρότερον ἐδηλώσαμεν, διηγειρόμεθα μὲν καὶ ὑπὲρ τὴν δύναμιν, οὐδὲν δὲ τὰ ἡμέτερα πρὸς ἐκείνους. Οὐ βέλεσι δὲ μόνον ἐχρῶντο τὸ πλῆθος, ἀλλὰ καὶ τῇ καλουμένῃ σκευῇ· μικρὰ δέ τις ἦν αὕτη πρὸς συντριβὴν τῶν ἐπὶ τὰς ἐπάλξεις ξυλίνων διαφραγμάτων καὶ τὸ μὴ δύνασθαι στῆναί τινας ἐφ' ὅπερ ἐπέμπετο μέρος.] Ἔθεε δὲ καὶ ὁ τῆς ∆ύσεως στρατηγὸς ἔφιππος τὸ κατ' ἀνατολὰς διερχόμενος τῆς πόλεως μέρος, ὅπλοις κατάφρακτος, λόγοις πάντας διερεθίζων καὶ πρὸς εὐψυχίαν ἀλείφων καὶ ἀμοιβῶν προσεπαγγελλόμενος. Καὶ μὴ τοῦτο μόνον, ἀλλ' ἵν' ἔτι καὶ προθυμοτέρους ἐργάσηται καὶ οἷον κατὰ τῆς ἡμῶν σωτηρίας ἐκμήνῃ, σηρικά́ τινα προσέταξεν ἱμάτια κατὰ μέσον ἀχθῆναι καὶ μισθὸν αὐτὰ προὔθηκε τοῖς ὑπορύττουσί τε τὸ τεῖχος καὶ λίθον ἐκ τούτου τοῖς δυνησομένοις ἐκείνῳ κομίσαι, μέγα βοῶν, ὁσάκις ἄν τις τοῦτο ποιήσει, καὶ τὴν ἀντίδοσιν ἔχειν. Ἀλλὰ καὶ τῷ πρώτως ἀνελθεῖν τὸ τεῖχος δυνησομένῳ πολλαί τινες προὔκειντο δωρεαὶ καὶ ὑποσχέσεις μυρίαι. Τῷ τοι καὶ εἶδες ἂν ἐν ἐκείνοις πρᾶγμα παντὸς ἄξιον θαύματος· ἐπιλαθόμενοι γὰρ ὅτι σῶμα περίκεινται πρὸς καιρίαν πληγὴν ἀντισχεῖν δυνάμενον οὐδαμῶς καὶ θάνατον ἔχον αὐτῷ συνεπόμενον, ὥσπερ τινες ἄγριοι θῆρες ἐπὶ τὸ τεῖχος ἐχώρουν, τοσοῦτον ἐγγίσαντες, ὡς καὶ λίθοις τῶν ξυλίνων διαφραγμάτων καταβαλεῖν οὐκ ὀλίγα. Οἱ μὲν οὖν οὕτως· οἱ δὲ τὸ τεῖχος ὑποδύντες, ᾗ σαθρότερον εὕρισκον, κατώρυττον ἐν σπουδῇ καὶ κατέρριπτον. Καὶ ἡμεῖς τῇ τῶν βελῶν συνεχείᾳ κατ' αὐτῶν οὔτε λίθους οὔτ' ἄλλο τι δυνατῶς εἴχομεν ἀφιέναι· τοσαύτη γὰρ ἦν ἡ συνέχεια τούτων, ὡς οὐδὲ τὴν χεῖρά τις εἶχε τῶν ἐπάλξεων ἐκβαλεῖν πρὸς ἄφεσιν λίθου. Τοσοῦτο δὲ μόνον ἐδυνάμεθα πάντες, πέμπειν λίθους ἐξ ἀφανοῦς κατὰ τῶν ὑπερχομένων τὸ τεῖχος, ὡς ἂν τῆς διὰ τῶν κλιμάκων ἀνόδου τούτους κωλύωμεν. Καὶ οὐκ ἄν τις τὸ παρ' ἡμῶν ἔκρινεν ἔργον πολέμου· τίνα γὰρ ἂν καὶ ἐπήγαγε βλάβην λίθος ἄνευ σκοποῦ ἀφιέμενος ἐκ χειρὸς ναρκώσης, τοῦ πέμποντος οὐχ ὁρᾶν δυναμένου πρὸς τίνα καὶ πῇ τοῦτον ἀφίησι; Ταύτῃ τοι οὖν τῶν πολεμίων διὰ πάντων ἰσχυρῶν δεικνυμένων, τοῦ πολέμου τε μηδαμῶς ἀμελούντων καὶ πάντων ἡμῶν ἐν ταράχῳ πολλῷ καὶ φόβῳ καθεστηκότων καὶ τῶν μὲν παύσασθαι τοῦ πολεμεῖν τὸν Μουράτην ὑπονοούντων, τῶν δὲ τὴν ἡμετέραν ἀπώλειαν προσδοκώντων καὶ διατεινομένων μὴ ἂν ἄλλως γενέσθαι ἢ τὴν πόλιν ἁλῶναι, οὕτως οὖν τῶν πραγμάτων διακειμένων καὶ πολλῆς ἐν ἡμῖν συγχύσεως οὔσης, τῶν μὲν πρὸς τὸ πολεμεῖν ἴσως ἀσχολουμένων, τῶν δὲ καταναρκωθέντων καθάπαξ, ἑτέρων δὲ τοῖς ἀπὸ τῶν βελῶν τραύμασιν ἐναποθανόντων, ἐνίων δὲ καὶ φευγόντων ἀπὸ τῶν τειχῶν, μηκέτι μένειν ἐκεῖσε δυναμένων ὑπὸ τοῦ δέους, οὕτω τῆς τετάρτης ἡ τρίτη παρελήλυθεν ὥρα, καὶ ἡ πόλις φεῦ παρὰ τῶν πολεμίων τοῦτον ἑάλω τὸν τρόπον.]

13 [Ὡς εἰς πολλὰ τὰς κλίμακας ἦσαν κομίσαντες μέρη καὶ πῇ μὲν ἐγγίσαι τῷ τείχει ταύτας οὐκ ἔσχον, ἀπωθούντων τῶν ἄνω, μέχρις οὗ κατενάρκωσε τούτους ὁ φόβος, πῇ δὲ θέντες καί τινας ἀναβεβηκότες βαθμίδας οὐκ ἴσχυσαν τὸ ἐγχείρημα συμπερᾶναι, τινῶν εὐψυχίαν ὑπὲρ τοὺς ἄλλους κτωμένων ἐν ἐκείνοις τοῖς μέρεσιν εὑρεθέντων καὶ λίθοις χερμάσι καταβεβληκότων ἅμα ταῖς κλίμαξι τούτους, καὶ πολλοὺς τὸ ζῆν ἐζημιωκότων, ὡς οὖν οὕτω ταῦτα γένοιτο καὶ πλήρεις ἦσαν ἐκεῖνοι θυμοῦ (μὴ οὐκ ὀλίγην ἡγοῦντο γὰρ ὀφλήσειν αἰσχύνην ἡττημένοι φανέντες),