8
καὶ ἡμῖν μετ' ἐκείνας, ἀξίας τῶν ἡμαρτημένων ἑκάστῳ τὰς τιμωρίας ἐπάγοντος τοῦ θεοῦ. 15.2 ἀλλ' ἐν τούτοις καὶ ἡμᾶς οὐ τὴν τυχοῦσαν ἀφορμὴν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιστροφῆς καὶ σωτηρίας εὔκολον ἦν ἐξευρεῖν, τὴν ἐκείνων καταστροφὴν οἰκείαν ἀσφάλειαν ποιουμένους. 15.3 ὅμως ἐπειδὴ τὸν νοῦν ἡμῶν εἶδεν ὁ τὰς καρδίας ἐρευνῶν πάσῃ σπουδῇ τῆς ἐπ' ἀπωλείᾳ ἀγούσης ἐχόμενον, μηδεμίαν δὲ τῶν σωτηρίων ἐντολῶν καὶ παιδευτικῶν ἐνεργειῶν ὑπολειφθεῖσαν, ἐξ ὧν αἰσθητικὴ καὶ νήφουσα ψυχὴ τὸ καλὸν μεταμανθάνει, διαφεύγουσα τῶν χειρόνων τὰς πράξεις, δι' ἃς ἐπέρχεται ἡ ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ὥς φησιν ὁ ἀπόστολος, ἔδει δὲ τὴν κακίαν ἐκτριβῆναι, ἵνα μὴ τῇ ἐπὶ πλεῖον προόδῳ καὶ ἑτέρους λυμαίνοιτο, 15.4 διὰ τοῦτο ἀφῆκεν ἡμῖν ἐπενεχθῆναι τὴν φοβερὰν ἐκείνην καὶ φρικώδη πληγήν, ἵν' ὅπερ ἄλλων πασχόντων ἡμεῖς οὐκ ἐδιδασκόμεθα, τοῦτο ἡμεῖς παθόντες ἄλλοις ὑπόδειγμα ποιησώμεθα. 16.1 Ἀλλὰ τί δεῖ μακρολογεῖν; καιρὸς γὰρ ἤδη τῶν καιρίων διηγημάτων ἐφάψασθαι, καὶ ὅπως τὴν ὀδυνηρὰν ἐκείνην πολιορκίαν ὑπέστημεν παραστῆσαι τῷ λόγῳ, ὡς εἶναι τοῖς μετέπειτα νουθεσίας ὑπόθεσιν καὶ ἐναργοῦς διδασκαλίας παραίνεσιν. 16.2 ἐν τούτοις γὰρ ὄντων ἡμῶν ἧκέ τις ταχυδρόμος ἄγγελος ἀπὸ τοῦ κρατοῦντος τὰ τῶν Ῥωμαίων σκῆπτρα, Λέοντος τοῦ φιλευσεβοῦς ἄνακτος, τὴν ἔφοδον τῶν βαρβάρων, λέγω δὴ τῶν δυσωνύμων Ἀγαρηνῶν, καταμηνύων καὶ ὡς τάχος ὁπλίζεσθαι καὶ πρὸς τὴν μάχην ἡμᾶς συσκευάζεσθαι, πρόσφυγάς τινας ἀπ' αὐτῶν ἐκείνων τῶν βαρβάρων ἀφῖχθαι λέγων, καὶ τὴν βουλὴν αὐτῶν, ἥτις ἐστί, προειπόντας τῷ βασιλεῖ, καὶ ὅτι πᾶσαν τὴν ὁρμὴν ἐπὶ τήνδε πεποίηνται, ὑπὸ πολλῶν ἤδη τῶν ὑπ' αὐτῶν προχειρωθέντων βεβαιωθέντες ὡς ἀτείχιστός ἐστιν ἐκ τοῦ πρὸς θάλασσαν μέρους καὶ ταῖς ἀπὸ τῶν νηῶν μάχαις εὐεπιχείρητος. 16.3 ταύτης οὖν ἀγγελθείσης τῆς πονηρᾶς ἀγγελίας, θροῦς μὲν ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν καὶ φόβος καὶ τάραχος, ἀσυνήθους πράγματος καὶ φοβεροῦ ταῖς ἀκοαῖς ἡμῶν ἐν ἀρχαῖς προσπεσόντος, ἐβουλευσάμεθα δ' ὅμως τὴν οἰκείαν περιποιήσασθαι σωτηρίαν, καὶ ὅσα πρὸς τὴν τῶν ἐναντίων ἄμυναν καταρτίζειν, καὶ πρὸς τὸν κατ' αὐτῶν πόλεμον διεγείρεσθαι. 16.4 πλὴν ἔκαμνε μὲν ὁ λογισμὸς ἑκάστου καὶ ταῖς ἄλλαις μερίμναις τῆς ἀπειρίας τοῦ μάχεσθαι, μήπω τοῦ πράγματος ὢν ἐν πείρᾳ, μηδ' ὅπως τὴν ἀρχὴν λαμβάνει δεδιδαγμένος· 16.5 πλέον δὲ τὸ μὴ ἐπιτήδειον εἶναι τὸ τεῖχος ἔνθα καὶ τὴν προσβολὴν ἐσκοποῦμεν, τὰς ἁπάντων ψυχὰς κατεβύθιζε. 16.6 καὶ γὰρ ἦν ὡς ἀληθῶς ὕποπτον, οὐ μόνον τοῖς ἀπειροπολέμοις καὶ ἀόπλοις ἡμῖν, ἀλλ' ἤδη καὶ αὐτοῖς τοῖς γεγυμνασμένοις καὶ προαποκειμένας ἔχουσι τὰς τῶν τοιούτων πραγμάτων αἰτίας. 17.1 Ἐβουλευσάμεθα δ' οὖν, εἴ τι καὶ δέοι πράττειν, ἐν αὐτῷ πράττειν τῷ τείχει καὶ πρώτης ἔχεσθαι τῆς αὐτοῦ ἀσφαλείας καὶ πρὸς τὸ κρεῖττον μεταποιήσεως. 17.2 οὐ συνεβούλευε δ' ἡμῖν τοῦτο τέως ὁ ταύτην ἡμῖν τὴν ἀγγελίαν πρὸς τοῦ βασιλέως κομίσας (Πετρωνᾶς δὲ οὗτος ἐκαλεῖτο, τῷ καταλόγῳ τῶν πρωτοσπαθαρίων ἐναριθμούμενος, ὃς ἦν ἐπιτετραμμένος ἐγχρονίσαι μικρὸν τῇ πόλει καί τινος αὐτῇ μεταδοῦναι βοηθείας καὶ δεούσης ἐν τοῖς πράγμασι συνεργείας), ἄλλην δέ τινα σοφωτάτην ἔλεγεν ἐξευρεῖν ἐπίνοιαν, ὡς λίαν ἐνεργῆ καὶ σωτήριον, εἰ μὴ καὶ ταύτης αἱ προοδοποιοῦσαι τὴν καθ' ἡμῶν ἀπώλειαν ἁμαρτίαι ἀναίρεσιν καθυπέβαλον. 17.3 ἐλλόγιμος γὰρ ὢν ὁ ἀνὴρ καὶ πολλὴν πραγμάτων ἐσχηκὼς πεῖραν, καθ' ἑαυτὸν συνιδὼν ὡς εἰ θελήσοι τοῦ τείχους τῆς οἰκοδομῆς ἐπιμεληθῆναι, καὶ κόπους παρέξει τῇ πόλει καὶ πλέον οὐδὲν τῶν πρὸ αὐτοῦ περὶ τούτου φροντισάντων ὀνήσειεν, ἐφ' ἕτερον εἶδος ἀσφαλείας (καὶ σκόπει πῶς εὐφυὲς καὶ ἁρμόδιον) τὸν νοῦν μετηγάγετο. 17.4 εἰδὼς γὰρ ὡς ἅπαν περικλύζεται τὸ κατὰ νότον μέρος τῆς πόλεως ἀπὸ τῶν θαλασσίων ὑδάτων, ἐκεῖθεν δὲ προσπίπτοντος τοῦ πολέμου εὐχερῶς ἔχειν τοὺς βαρβάρους πᾶν ὁτιοῦν βούλοιντ' ἂν ἐν αὐτῷ διαπράξασθαι, μηδενὸς κωλύοντος αὐτοὺς ὑπεράνω τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους διὰ τὸ πρόσγειον καὶ χθαμαλωτάτην εἶναι τάς τε νῆας μᾶλλον