1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

8

ἐλάττονα ἔχει ἑνί, τὴν δὲ μείζω περιττοτέραν ἑνί. ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός, πρῶτον μέν, ὅτι κενός ἐστι καὶ οὐ ναστός, τὸ δὲ μὴ πλῆρες οὐ καθαρόν, ἀρχὴ δὲ ἀπειρίας καὶ ἀνισότητος· ἀπειρίας μὲν διὰ τὴν ὕλην, ἀνισότητος δὲ διὰ τοὺς ἑτερομήκεις· ὅθεν οἱ παλαιοὶ ὡς ὕλην καὶ ἑτερότητα τὴν δυάδα παραλαμβάνουσι. τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα, καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξῃ ἐστί. πανσόβητος γὰρ ἡ ὕλη καὶ ἄστατος καὶ πολυμετάβολος, κακοπαθής τε καὶ πόνων ὑπομονητική, κατὰ φύσιν τὸ μεριστὸν καὶ διεστὼς ἔχουσα· ὁ γὰρ ἄξων μέσος διὰ παντὸς ἥκων τοῦ οὐρανοῦ πρῶτος τὴν εἰς δύο τομὴν καὶ ἀπὸ τοῦ ἑνὸς ἀπόστασιν ὑποφαίνει, αἴτιος δὲ τῆς πάσης τοῦ αἰσθητοῦ κινήσεως καὶ πάντη τῶν νοητῶν κεχωρισμένος. ταῦθ' οὕτως ἔχοντα ὁ Νουμᾶς εὑρὼν Ῥωμαίοις τὸν δυικὸν ἀριθμὸν ἀπηγόρευσεν ἐν ταῖς ἑορταῖς· οὐδὲ γὰρ ἀριθμοῦσιν οἱ Ῥωμαῖοι, ὥσπερ πρὸ τεσσάρων καὶ τριῶν, οὕτω καὶ πρὸ δύο λέγοντες· ὡς καὶ Ἀθηναῖοι τὸ πρὶν τὴν δευτέραν ἐξῄρουν τοῦ Βοηδρομιῶνος, ὡς Πλούταρχος ἐν Συμποσίῳ φησί. 2.8 Τὴν δὲ τρίτην ἡμέραν ἀνέθεντο Πυρόεντι- Ἄρης δ' ἂν εἴη οὗτος παρ' Ἕλλησι-τουτέστι τῷ ἀερίῳ καὶ γονίμῳ πυρί, ὅπερ ἐξάπτει τὴν τοῦ παντὸς αἰσθητοῦ φύσιν καὶ ἀργεῖν οὐκ ἐᾷ, ξηραῖνον ἅμα καὶ ῥοιζηδὸν θερμαῖνον. Ἥρας δὲ παῖδά φασι τὸν Ἄρεα, τουτέστιν ἐκ τοῦ ἀερώδους τὸ διειδὲς καὶ λεπτομερὲς πῦρ· ὅθεν οἱ μυθικοὶ ζευγνύουσι τὴν Ἀφροδίτην ποτὲ μὲν Ἡφαίστῳ, τῷ χθονίῳ πυρί, ποτὲ δὲ Ἄρεϊ, τῷ ἀερίῳ· διὰ γὰρ τούτων τὸ πᾶν αἰσθητὸν ζωογονεῖται, ὡς εἴρηται. μεγίστη δὲ ἡ τῆς τριάδος καὶ κατ' αἴσθησιν δύναμις· ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς τοῖς γεννητοῖς ἐπιδέδωκε γένεσιν αὔξησιν τροφήν. καὶ οὐχ ἁπλῶς εἴρηται· τριχθὰ δὲ πάντα δέδασται, τριῶν ὄντων καὶ αὐτῶν τῶν οὐρανίων σωμάτων, τοῦ τε αἰθερώδους, ἀστρώδους τε καὶ λιθώδους. καὶ τῶν περιττῶν ἀριθμῶν ἀρχὴ ἡ τριάς, ὅθεν καὶ ἰδικὸς ἀριθμὸς ὁ τρία καλεῖται, μερισμὸν ἢ διαίρεσιν οὐκ ἐπιδεχόμενος. ὅτι πάντων ἄρχει τῶν ἀριθμῶν ἡ τριάς, ὡς ἀρχὴ τυγχάνουσα τῶν περιττῶν πάντων, πληρούν των καὶ μηδέποτε λειπομένων. καὶ τρεῖς πρῶται κατ' Ὀρφέα ἐξεβλάστησαν ἀρχαὶ τῆς γενέσεως, νὺξ καὶ γῆ καὶ οὐρανός, θεῶν δὲ τῶν ἐν γενέσει τρία γένη, οὐράνιον καὶ ἐπίγειον καὶ τὸ μεταξὺ τούτων. τρία δὲ καὶ τῆς ψυχῆς τὰ κυριώτατα, λογικὸν θυμικὸν ἐπιθυμητικόν. τρία δὲ καὶ νοῦ εἴδη Ἀριστοτέλης παραδίδωσι, τὸν ὑλικόν, τὸν καθ' ἕξιν, τὸν θύραθεν· ἐξ ὧν καὶ τρεῖς ἰδέαι, φύσις μάθησις ἄσκησις. καὶ αὐτῆς δὲ τῆς πάντα κινούσης μουσικῆς κατὰ τὸν Θεόφραστον τομαὶ τρεῖς, λύπη ἡδονὴ ἐνθουσιασμός. ἀλλὰ μὴν καὶ σώματος τρεῖς αἱ κινήσεις, φορὰ νόμος πρόβασις. τρεῖς δὲ καὶ σφαιρῶν αἱ συστάσεις, κέντρον διάμετρον περιφερές. τρεῖς δὲ καὶ κινήσεις τῶν ἀστέρων, προποδισμὸς ὑποποδισμὸς ἀκρωνυχία. τρεῖς δὲ σωμάτων διαφοραί· τὰ μὲν γάρ ἐστιν ὑλικά, τὰ δὲ ἀέρια, τὰ δὲ ἐμπύρια, ὡς ὁ Χαλδαῖος παραδίδωσι. τρία δὲ καὶ ἑκάστου κινήματα σχήματος, πλάτος βάθος μῆκος. τρεῖς δὲ καὶ οἱ τὸ ζῳδιακὸν πλάτος ὁρίζοντες κύκλοι, θερινὸς τροπικός, χειμερινὸς τροπικός, ἰσημερινός. τρία δὲ καὶ τὰ ὑπέργεια κέντρα, ἀνατολὴ δύσις μεσουρά νημα. καὶ πολλὰ ἄν τις εἴποι περὶ τῆς κατ' αἴσθησιν τριάδος, καὶ ὁ σύμπας κόσμος ἐκ τριῶν δυνάμεων συστῆναι λέγεται, ἀριθμητικῆς γεωμετρικῆς ἁρμονικῆς· ἡ γὰρ νοητὴ ὑπερβέβηκε τὴν παροῦσαν ἐξέτασιν. ἴσμεν γάρ, ὅτι ἡ τριὰς τὴν τῶν θείων πρόοδον ἐκίνησε καὶ στάσιν αὐτοῖς τὴν αἰώνιον ἀπειργάσατο ἐν τῷ αὐτῷ εἴδει, ὥς φησιν ὁ Πυθαγόρειος Ὤκελλος ῥήμασι τούτοις· «ἡ τριὰς πρώτη συνέστησεν ἀρχήν, μεσότητα καὶ τελευτήν.» ἡ γὰρ περιττὴ καὶ περαίνουσα ἰσότης δημιουργός ἐστι κατὰ τὴν τετράγωνον φύσιν· τὸ γὰρ θεῖον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ ἐφετῷ, τῷ ἱκανῷ, τῷ τελείῳ. ἔτι μὴν καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης, ἀλλὰ μὴν καὶ ὁ ἐν Πολιτείᾳ παραδίδωσιν, ὅτι τὸ νοητὸν τρίτην τινὰ