αὐτοῦ δύναμιν ἐπιδεικνύμενος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. ∆εῖ γὰρ πρότε- ρον εἶναι καὶ οὕτω τῆς ἑξῆς δωρεᾶς ἀπολαύειν καὶ μετὰ ταύτην τῆς ἔτι κρείττονος. Ἐπεὶ οὖν ἔδει καὶ λογικῷ ζῴῳ τουτονὶ τὸν αἰσθητὸν κόσμον δι' ἀγαθότητα τοῦ θεοῦ κεκοσμῆσθαι καὶ λογικὴν φύσιν ἀναμεμίχθαι τοῖς αἰσθητοῖς τῶν ὁρωμένων, ὅσα κάλ- λιστα τυγχάνει τῷ σωματικῷ τῆς ψυχῆς ὀργάνῳ ἐνεδημιούργησεν· τρέφεται γὰρ καὶ αὔξει, γεννᾷ τε καὶ αἴσθησιν ἔχει καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικήν, ἃ πάντα διακυβερνᾶν ἐπιτέτραπται παρὰ τοῦ δημιουργοῦ τὸ ἐν ἡμῖν λογικόν τε καὶ νοερόν. Ἄτοπον γὰρ ἦν τοῦ κρείττονος τὸ σῶμα τυχεῖν, φημὶ δὲ τῆς λογικῆς ψυχῆς, μὴ πρότερον τῶν ἡττόνων τὴν εὐκληρίαν κτησάμενον. Τίς γὰρ τῶν εὖ φρονούντων, μή τί γε δὴ θεός, τὰ μεγίστα δωρούμε νος, φθονήσειε τὼν | μικρῶν; Ἔχεις τῆς ἀπορίας τὴν λύσιν, δι' ἣν αἰτίαν τὴν σάρκα κίνησιν ἔχειν πεποίηκεν ὁ θεός. 26. Ἐπεὶ οὖν τὸν ἄνθρωπον οὕτω δεδημιούργηκεν ὁ θεὸς μεθόριον ὄντα λογικῶν τε καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, τῇ μὲν ψυχῇ τὴν τοῦ καλοῦ τύπωσιν ἐτύπωσεν, ὑπερορᾶν τε πεποίηκε τῶν ἐπικήρων τε καὶ μηδαμῶς ἱσταμένων, ὀρέγεσθαι δὲ τῆς τῶν αἰωνίων καὶ καταλλήλως ἐχόντων τῇ τῆς ψυχῆς φύσει καλῶν· ἀθάνατος γὰρ αὐτὴ τυγχάνουσα, τῶν ἀθανάτων ἐρᾷ. Τῷ δὲ σώματι δέδωκε πρὸς τὰ γήϊνα ῥέπειν, τὰ μηδαμῶς ἑστηκότα, μεταβολὴν δὲ ἄλλοτε ἄλλην ἐπιδεχόμενα· τὸ γὰρ ἐκ γῆς δημιουργηθὲν τοῦ συγγενοῦς ἐπιποθεῖ τὴν ἀλλοίωσιν καὶ ὡς αἰσθητικὸν τῶν λείων τε καὶ τῶν αἰσθήσει προσηνῶν ἀπολαύειν ἐπείγεται καὶ ὡς ἐπίκηρον τῶν προσκαίρων ἀντέχεται. 27. Σύνθετος οὖν ἐκ ψυχῆς καὶ σώματος ὑπάρχων ὁ ἄνθρωπος, ἀμφοτέρων ἀρχὴν εἰληφότων τοῦ εἶναι διὰ τῆς πανσόφου τοῦ θεοῦ δημιουργίας, πρὸς ἑκατέραν φύσιν μερίζεται, ἀνθελκόμενος πρὸς γῆν τε καὶ οὐρα-νόν· ὁμοφυῶς γὰρ ἔχει ψυχῇ τε καὶ σώματι πρὸς ἑκάτερα. Ἐντεῦθέν ἐστι μὲν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ τῷ λογικὸν εἶναι ἐπίσταται τὸ καλὸν ὃ τί ποτέ ἐστι· κἂν ἕτερον ἀδικεῖν ἐθέλῃ, ἀδικεῖσθαι αὐτὸς οὐκ ἀνέχεται, ἐντεῦθεν ἔλεγχον ἔχων τὴν τοῦ κρείττονος εἴδησιν. Εἰ γὰρ καὶ τῆς ψυχῆς ἀπαμβλύνεται τῆς ἐνεργείας ἡ κατὰ φύσιν ὀξύτης, τῇ τοῦ σώματος νωθρείᾳ συνεζευγμένης, ἀλλ' οὐκ ἀποβάλλει τελέως τὰς ἑαυτῆς δυνάμεις, ἀλλ' ὡς τὴν ζωὴν μεταδιδοῦσα τῷ σώματι αὐτὴ τοῦ ζῆν οὐ παύεται, οὕτω καὶ τῶν λοιπῶν αὐτῷ κοινωνοῦσα οὐκ ἀπόλλυσι τὴν ἐμπειρίαν. Ἀλλὰ μὴν καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπήν, τὴν ἐκ σώματος ἡμῖν ἐπιγενομένην, δείκνυσιν ἡ δυσκολία, μεθ' ὅσης κατορθοῦν τὴν ἀρετὴν ἔθος τοῖς βουλομένοις. Ἑκάτερον οὖν, ψυχή τε καὶ σῶμα, μεγίστην ἔχει τὴν δύναμιν πρὸς ὃ πέφυκε γεγονός, οὔτε τῆς περὶ τὸ χεῖρον ῥοπῆς ἀφελεῖν ποτὲ δυνηθείσης τῆς ψυχῆς τοῦ καλοῦ τὴν μάθησίν τε καὶ γνῶσιν, οὔτε μὴν τῆς ἐνούσης ἡμῖν εἰδήσεως τοῦ καλοῦ τὴν περὶ τὸ ἐναντίον ἀφελο-μένης ῥοπήν. Εἰ μὲν γὰρ μετὰ τῆς τοῦ καλοῦ μαθήσεως καὶ τὴν ῥοπὴν ἐπὶ τὸ καλὸν πᾶσαν ἡμῖν ἐνεῖναι πεποίηκεν ὁ θεός, ἀγυμνάστως καὶ ἀδιστάκτως μᾶλλον δὲ ἀλόγως ἡ τοῦ καλοῦ πρᾶξις ἡμῖν προσεγίνετο. Ἐπειδὴ δὲ τῷ μὲν σώματι ἔνεστιν ἡμῖν ἡ ἐπὶ τὸ ἐναντίον ῥοπή, τῇ δὲ ψυχῇ τὸ καλὸν διδασκόμεθα, τοῦτο τοῦ θεοῦ σοφῶς τεχνιτευσαμένου, ἵνα σὺν ἱδρῶτι καὶ πόνῳ ὁ ἀπὸ γῆς πλασθεὶς ἄνθρωπος ἐπιδειξάμενος ἔχῃ καὶ τοῖς οἴκοθεν ἀποσεμνύνεσθαι κατορθώμασιν, ὑπὸ μὲν τῆς τοῦ σώματος φύ-σεως ἐπὶ τὰ προσηνῆ καὶ φίλα τοῖς προσκαίροις καὶ συγγενέσι τῆς γῆς κατασπώμενος, τῇ δὲ ψυχῇ τοῖς παρὰ θεοῦ κεκελευσμέ-νοις ἑπόμενος, τί τε πρακτέον καὶ τίνος πράξεως ἀφεκτέον μαθὼν