βασιλίδι τὰ πάντα πεποίηκε, σωφρονεστάτῃ τε νομιζομένῃ τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ καὶ πρὸς τὸ τὰ κοινὰ διοικεῖν ἱκανωτάτῃ. Τελευτᾷ δὲ ὁ βασιλεὺς ἐτῶν ὢν ἑξήκοντα καὶ μικρόν τι πρός. Εἴθιστο δὲ λέγειν περὶ τῶν ἐπιβουλευόντων αὐτῷ ὡς τιμῆς μὲν καὶ χρημάτων οὐκ ἀποστερήσοι τούτους, ἀντ' ἐλευθέρων δὲ ὡς ἀργυρωνήτοις χρήσαιτο· ἀφειλόμην δὲ οὐκ ἐγὼ τὴν ἐλευθερίαν αὐτούς, ἀλλ' οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαντες. Τοῖς δὲ λόγοις ἐξόχως προσκείμενος ὤφελον ἔλεγεν ἐκ τούτων ἢ τῆς βασιλείας ἐγνωριζόμην. Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως 119 μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο, εὐφήμει εἶπε καὶ εἰ βούλοιό γε πεσόντι ἐπένεγκε πληγὴν καὶ αὐτός. Πρὸς δὲ τὸν τοὺς νόμους ἐξακριβούμενον ἐπὶ τῷ βούλεσθαι ἀδικεῖν, οὗτοι ἔφησεν οἱ νόμοι ἡμᾶς ἀπολωλέκασι. Κατέσχον δὲ τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύζυγος αὐτοῦ καὶ οἱ παῖδες. Οἱ δὲ τὴν ἑῴαν κατατρέχοντες Τοῦρκοι πάλιν τοῖς περὶ Μεσοποταμίαν ἐφήδρευον καὶ μάλιστα τοῖς περὶ τὴν Μελιτηνὴν ἐστρατοπεδευμένοις ῥωμαϊκοῖς στρατεύμασιν, οἵπερ τοῦ ὀψωνιασμοῦ ἐνδεήσαντες καὶ τῶν συνήθως παρεχομένων αὐτοῖς σιτηρεσίων στερούμενοι ἐνδεῶς εἶχον καὶ ταπεινῶς, πρὸς τούτοις δὲ καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, ὡς μὴ τοῖς ἰθαγενέσι στρατιώταις βούλεσθαι συνελθεῖν καὶ τὸν Εὐφράτην σὺν αὐτοῖς περαιώσασθαι. Ἐπερχομένων οὖν τῶν Τούρκων μόνοι οἱ Μελιτηνοὶ ἀντιστάντες ἄτερ αὐτῶν εὐμαρῶς ὑπὸ τῶν βαρβάρων ὡς ἑκηβόλων ἐλυμαίνοντο καὶ κατετιτρώσκοντο, αὐτοὶ δ' ἀπαθεῖς διέμενον, ἕως ἀναγκασθέντες εἰς τὸν ποταμόν τε ἔφυγον καὶ πρὸς μάχην καὶ ἄκοντες ἔστησαν καὶ νῶτα δοῦναι παρεβιάσθησαν. Καὶ τροπῆς γενομένης ἔπεσον συχνοὶ ἐξ αὐτῶν, τινὲς δὲ καὶ ζωγρίαι ὑπὸ τῶν βαρβάρων ἐλήφθησαν, οἱ δὲ λοιποὶ τῷ ἄστει τῆς Μελιτηνῆς ἀνεσώθησαν. Περιφρονήσαντες δὲ τούτους οἱ βάρβαροι ὡς ἤδη καταστραφέντας καὶ ἀσθενεῖς, ἐκτρέχουσιν ἄχρι Καισαρείας, καταληιζόμενοι πάντα καὶ καταστρέφοντες καὶ πῦρ αὐτοῖς ὑπανάπτοντες. Καὶ τῷ σηκῷ τοῦ Μεγάλου καὶ περιωνύμου Βασιλείου εἰσπηδήσαντες δῃοῦσι μὲν ἅπαντα καὶ τὰ ἱερὰ διαρπάζουσι, προσραγέντες δὲ καὶ τῇ τοῦ ἁγίου σορῷ τῷ ἁγίῳ αὐτοῦ λειψάνῳ δρᾶσαί τι πονηρὸν οὐδαμῶς ἠδυνήθησαν· προκατησφάλιστο γὰρ καὶ περιεδεδόμητο κτίσμασιν ὀχυροῖς καὶ χρόνου δεομένοις πολλοῦ πρὸς καθαίρεσιν. 120 Τὰ δὲ τὰς ὀπὰς περιστέλλοντα θύρια, χρυσῷ καὶ μαργάροις ἐξειργασμένα καὶ λίθοις, ἐξαίρουσι καὶ τὸν ὅλον κόσμον ὁμοῦ συμφορήσαντες αἴρουσιν ἐκεῖθεν, παραδόντες πολλοὺς τῶν Καισαρέων σφαγῇ καὶ τὸν ναὸν καταχράναντες. Κἀκεῖθεν ὑποστρέψαντες διέρχονται τοὺς εἰς Κιλικίαν ἄγοντας στενωπούς, μηδενὸς προγνόντος τὴν τούτων ἔφοδον, καὶ τοῖς Κίλιξιν ἐπιφανέντες ἐκπλήκτως ἐμφόβους εἰργάσαντο, φόνον πολὺν ποιοῦντες τῶν παρεμπιπτόντων αὐτοῖς. Χρονίσαντες δὲ τῇ χώρᾳ καὶ ταύτην λυμηνάμενοι καὶ λαφύρων ἑαυτοὺς ἐμπλήσαντες καὶ λείας καὶ αἰχμαλωσίας πολλῆς ἀπίασι πρὸς τὸ Χάλεπ, παρά τινος αὐτομόλου Ἀμερτικῆ λεγομένου ὁδηγηθέντες ἐκεῖσε, δυσμενῶς τοῖς Ῥωμαίοις διακειμένου, ἐπὶ τοῦ γέροντος μὲν Μιχαὴλ αὐτομολήσαντος καὶ τυχόντος μεγάλων δωρεῶν καὶ τιμῶν καὶ δεξιώσεων, κατηγορηθέντος δὲ παρὰ τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ ∆ούκᾳ ὡς μέλλοντος αὐτὸν μαχαίρᾳ διαχειρίσασθαι καὶ διὰ τοῦτο κατακριθέντος φυγὴν διηνεκῆ, πάλιν δέ γε τυχόντος ἀνακλήσεως καὶ ἀποσταλέντος κατὰ τῶν Τούρκων, τηνικαῦτα δὲ διὰ σπάνιν τῶν ἀναγκαίων προσθεμένου τε τοῖς Τούρκοις καὶ τὴν χώραν διατιθέντος κάκιστα. Γενόμενοι γοῦν ἓν οἵ τε Τοῦρκοι καὶ οἱ Χαλεπῖται, καὶ ὁμολογίαν δόντες ἀλλήλοις, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰ περὶ αὐτὴν κακῶς διετίθεσαν σφάττοντες, πυρπολοῦντες, ἀνδραποδίζοντες, λεηλατοῦντες, αἰχμαλωτίζοντες καὶ πᾶν, εἴ τι χείριστον, διαπραττόμενοι. Συνηθροίσθη μὲν γὰρ στράτευμα ἐπ' αὐτοὺς ἀξιόλογον, Νικηφόρου ὄντος τοῦ Βοτανειάτου ἐν ταύτῃ δουκός, ἡ δὲ φειδωλία καὶ ἡ γλισχρότης ἄπρακτα