8
ταῦτα, ἡ δὲ θεότης οὐκ ἐδέχετο. Καὶ γὰρ καὶ ἀνθρώπου ψιλοῦ ἐμπτυομένου τὸ μὲν σῶμα δέχεται τὰ ἐμπτύσματα, ἡ δὲ ψυχὴ οὐδαμῶς, καὶ οὐ παρὰ τοῦτο ἄλλη ὑπόστασις τῆς ψυχῆς καὶ ἄλλο πρόσωπον καὶ ἕτερον τοῦ σώματος. Τὸ μὲν γὰρ ἔχειν μέλη καὶ πρόσωπον ὁρατὸν καὶ ἐμπτυόμενον καὶ τὸ μὴ ἔχειν μέλη μηδὲ πρόσωπον ὁρατὸν ἢ ἐμπτυόμενον φύσεώς ἐστι· τὸ γὰρ ὁρατὸν καὶ ἀόρατον, τὸ ὑλικὸν καὶ ἄυλον, τὸ ἐσχηματισμένον καὶ ἀσχημάτιστον φύσεώς εἰσι διαφοραί. 47 Τί ἐστιν ὑπόστασις καὶ πρόσωπον; Ὑπόστασις δὲ τὸ καθ' ἑαυτὸ ὑποστῆναι καὶ ἄλλον γενέσθαι, καὶ πρόσωπον τὸ ἰδιαιρέτως καὶ κεχωρισμένως ἐνεργεῖν. Ἡ δὲ τοῦ κυρίου <σὰρξ> οὐδὲ καθ' ἑαυτὴν ὑπέστη ποτὲ καὶ ἄλλος τις παρὰ τὸν θεὸν λόγον ἐγένετο, οὐδὲ κεχωρισμένως τοῦ θεοῦ λόγου ἐνήργησεν, ὡς ἐπὶ τῆς ψυχῆς ἔχει καὶ σώματος· οὐδὲ γὰρ τὸ σῶμα ἄλλος καὶ ἡ ψυχὴ ἄλλος οὐδὲ τὸ σῶμα <ἄλλου> καὶ ἡ ψυχὴ ἄλλου οὐδὲ κεχωρισμένως ἐνεργοῦσιν, ἀλλ' ἡ ψυχὴ διὰ τοῦ σώματος ἐνεργεῖ καὶ ἡ θεία θέλησις καὶ ἐνέργεια διὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνήργει, διὰ τῆς ἑνώσεως καὶ θελήσεως τῆς ψυχῆς καὶ κινήσεως τοῦ σώματος. 48 Πᾶσα ὑπόστασις κεχωρισμένως καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ καὶ κινεῖται, καὶ ἰδίωμα ὑποστάσεώς ἐστι τοῦτο, καὶ διὰ τοῦτο ὑπόστασις καὶ πρόσωπον ταυτόν. Ἐπὶ δὲ τῆς θεότητος μόνης οὐκ ἰδιαιρέτως ἐνεργεῖ ἑκάστη ὑπόστασις οὐδὲ ἰδιαιρέτως θέλει, ἀλλὰ μία θέλησις, μία ἐνέργεια, μία κίνησις τῶν τριῶν ὑποστάσεων, μόνον δὲ τὸ ἀγέννητον τῆς πατρικῆς ὑποστάσεως ἰδίωμα, τὸ δὲ γεννητὸν τῆς τοῦ υἱοῦ ὑποστάσεως καὶ τὸ ἐκπορευτὸν τῆς τοῦ ἁγίου πνεύματος ὑποστάσεως. Ἐπὶ μὲν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰ μὲν δύο εἴπητε ὑποστάσεις, ἀνάγκη ἑκάστην αὐτῶν ἰδιαιρέτως καὶ κεχωρισμένως θέλειν καὶ ἐνεργεῖν, καὶ οὔτε κατ' ἐνέργειαν οὐδὲ καθ' ἕτερον τρόπον ἥνωνται. Εἰ δὲ κατ' ἐνέργειαν καὶ θέλησιν ἥνωνται, μία ὑπόστασις καὶ ἓν πρόσωπον. 49 ∆υνάμεθα εἰπεῖν, ὅτι τὸν θεὸν λόγον ἔτεκεν ἡ παρθένος καὶ ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ οὐκ ἐγεννήθη ἐκ γυναικός. ∆ύο γὰρ γεννήσεις οἴδαμεν τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ, μίαν τὴν προαιώνιον ἀσωμάτως καὶ θεϊκῶς ἐκ μόνου τοῦ πατρός, καθ' ἣν γέννησιν οὐκ ἐγεννήθη ἐκ γυναικὸς καὶ ἔστιν ἀμήτωρ, καὶ ἄλλην τὴν ἐπ' ἐσχάτων ἐκ μόνης μητρὸς μετὰ σαρκὸς οἰκονομικῶς διὰ τὴν ἡμετέραν σωτηρίαν, καθ' ἣν γέννησιν ἀπάτωρ ἐστί. Κατὰ τὴν πρώτην γέννησιν οὐκ ἐγεννήθη ἐκ γυναικός, κατὰ δὲ τὴν δευτέραν γέννησιν ἐκ γυναικὸς ἐγεννήθη· οὐ γὰρ ἐκ γυναικὸς τὴν ἀρχὴν καὶ αἰτίαν ἔσχε τῆς ὑπάρξεως τῆς θεϊκῆς, ἀλλ' ἐκ μόνου πατρός, τὴν δὲ ἀρχὴν τοῦ σαρκωθῆναι καὶ γενέσθαι ἄνθρωπος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. Πολλὰ γὰρ λέγονται καθ' ἕτερον καὶ ἕτερον τρόπον καὶ δοκοῦσιν ἀσύμφωνα εἶναι τῷ μὴ καλῶς προσέχοντι· ἐπὶ γὰρ τῆς τοῦ θεοῦ μεταμορφώσεως ὁ μὲν εἷς εὐαγγελιστὴς λέγει, ὅτι « μεθ' ἡμέρας ἕξ» , ὁ δὲ ἕτερος, ὅτι μεθ' ἡμέρας ὀκτώ, καὶ διαφωνοῦσιν, ἐὰν μὴ καλῶς προσέχῃ τις· τῷ δὲ καλῶς προσέχοντι οὐ διαφωνία, ἀλλὰ συμφωνία ἐστίν. Ὁ μὲν γὰρ εἰπών· « Μεθ' ἡμέρας ἕξ» , οὐδὲ τὴν ἡμέραν, καθ' ἣν εἶπεν ὁ κύριος, ἠρίθμησεν οὐδὲ τὴν ἡμέραν τῆς μεταμορφώσεως, ὁ δὲ εἰπών· Μεθ' ἡμέρας ὀκτώ, καὶ ταύτην κἀκείνην ἠρίθμησεν. 50 Φύσις ἐστὶν ἡ κοινότης τοῦ εἴδους, οἷον θεότης, ἀνθρωπότης· τὸ θεὸς ὄνομα ποτὲ μὲν ἐπὶ τῆς θείας φύσεως τάσσεται, ὡς λέγομεν εἷς θεός, τουτέστι μία θεότης, ποτὲ δὲ καὶ ἐπὶ ὑποστάσεως, ὡς λέγομεν· Θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον, καὶ τοῦτο ἐκ τῆς φύσεως παρονομάζομεν, ὁμοίως καὶ τὸ θεός. Λέγομεν οὖν· Ἄλλο θεὸς καὶ ἄλλο ἄνθρωπος, τουτέστιν ἄλλη φύσις θεότητος καὶ ἄλλη ἀνθρωπότητος. Καὶ ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος πρὸς Κληδόνιον γράφει· « Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ