ὑπαντιάζετε, ὅτε σημήνω ταῖς σάλπιγξι. τοιαύτην μὲν ὁ στρατηγὸς τὴν παραίνεσιν ἐξηγήσατο· ὁ δὲ στρατὸς ἠλάλαξέ τε 22 καὶ ἐπεκρότησε, καὶ ὡς τὰ κράτιστα ὑποθεμένῳ ᾗ ἂν ἡγοῖτο ἕπεσθαι προθύμως ἦν. ἐνέδραις οὖν διειλήφει τὴν ὁδὸν, ἀποτόμους τὰς ἀκρωρείας προβαλλομένην, κρημνώδεις τε καὶ σηραγγώδεις ὡς τὰ πολλὰ, τὰς ὑπωρείας δὲ βαραθρώδεις τε καὶ ἀμφιλαφεῖς πρέμνων τε καὶ παντοδαπῶν ἰδέαις φυτῶν. ταύτῃ προλοχίσας ὁ στρατηγὸς καθῆστο, τὴν τῶν βαρβάρων προσμένων ἐπήλυσιν. ὁ δὲ Χαμβδᾶν, τῷ τε πλήθει τῶν ἐφεπομένων καὶ ταῖς φάλαγξι σοβαρευόμενος καὶ γαυρούμενος, τῇ τε τῶν λαφύρων πλησμονῇ καὶ τῇ τῶν αἰχμαλώτων ἀπαγωγῇ ἐπαιρόμενός τε καὶ βρενθυόμενος, πολλὰς κατὰ θάτερα τὰς ἐπεξελάσεις ἐποιεῖτο, ἐφ' ἵππου θηλείας καὶ μέγεθος καὶ δρόμον ὑπερφυοῦς ἐποχούμενος, καὶ τῆς στρατιᾶς πη μὲν οὐραγῶν, πὴ δὲ προοδεύων, καὶ τὸ δόρυ σείων, καὶ ταῖς αὔραις μεθιεὶς, εἶτ' αὖθις μεθέλκων πρὸς ἑαυτὸν κραδαινόμενον. ἐπεὶ δὲ τὴν ἱππήλατον ὁδὸν διελθὼν ταῖς δυσχωρίαις προσέβαλλε, καὶ τοῖς στενωτάτοις καὶ ἀνωμάλοις συνειληθέντες τῶν τόπων οἱ βάρβαροι τὴν φάλαγγα διελύσαντο, καὶ ὥς πη ἐνὸν ἦν ἑκάστῳ, κατὰ κρημνώδη διῄεσαν, τηνικαῦτα ταῖς σάλπιγξι τὸ ἐνυάλιον ὑποσημήνας ὁ στρατηγὸς καὶ τῶν λόχων διαναστήσας τοὺς ἀμφ' αὑτὸν, ὑπηντίαζε τοῖς βαρβάροις. εʹ. Καὶ πάντες ἐπὶ τῶν ξιφῶν εἶχον τὰς δεξιὰς, καὶ ταῦτα σπασάμενοι ἐπιστροφάδην ἔκτεινον τὸ ἀντίπαλον κεκμηκὸς τῇ ὁδοιπορίᾳ, ἀκμῆτες αὐτοὶ τούτῳ πελάζοντες. καὶ κἂν καὶ αὐτὸς ὁ Χαμβδᾶν ἥλω μικροῦ πρὸς τῶν Ῥωμαίων δορυάλωτος· εἰ 23 μὴ, τὴν ἄλλως ἀγχίνους ὢν κἀν τοῖς ἀπόροις ὀξὺς ἐννοῆσαι τὰ δέοντα, τὸν ὃν ἐπεφέρετο ἄργυρον καὶ χρυσὸν χύδην ἐπὶ τῆς ἀταρπιτοῦ διασπείρειν προσέταξεν· ᾧ καὶ περισπάσας τὴν τῶν Ῥωμαίων ὁρμὴν, ἀσχοληθέντων τῇ τοῦ χρυσοῦ συλλογῇ, μετ' ὀλίγων ὑπασπιστῶν μόγις τὸν τοιοῦτον διαπέφευγε κίνδυνον. λέγεται δὲ τοσοῦτον αὐτουργηθῆναι φόνον τοῦ βαρβαρικοῦ πλήθους πρὸς τῶν Ῥωμαίων κατὰ τουτονὶ τὸν πόλεμον, ὡς πολλαχοῦ τῶν χώρων ἐκείνων σωρείας ἀνθρωπείων ὀστῶν ὁρᾶσθαι μέχρι καὶ νῦν. ἐπεὶ δὲ τοιούτοις τροπαίοις καὶ στρατηγήμασι τὴν πολυάνθρωπον πληθὺν τῶν βαρβάρων ὁ στρατηγὸς ἠγωνίσατο καὶ διέφθειρε, καὶ τὸ ὑψαύχενον τοῦ Χαμβδᾶν καὶ τετυφωμένον εἰς ἀγεννῆ καὶ ἄνανδρον δειλίαν καὶ φυγαδείαν κατέσπασε καὶ συνέκλεισε, τοὺς ἀμφ' αὑτὸν συναγηοχὼς καὶ τὴν λείαν ἐπισυνάξας, ὅση τε ἦν βαρβαρικὴ, καὶ ὁπόση Ῥωμαϊκὴ ἐκ τῆς προνομῆς τοῖς βαρβάροις συνήθροιστο, ταύτης τὸ πλεῖστον τῇ στρατιᾷ διένειμε· καὶ τοὺς αἰχμαλώτους ἐφοδιάσας ἐπὶ τὰ σφῶν ἤθη ἀποτρέχειν ἐξέπεμπε· τοὺς δὲ τῷ πολέμῳ ληφθέντας πέδαις ἀσφαλισάμενος τῶν Ἀγαρηνῶν, ἐπαιώνιζεν ἐπινίκια, καὶ τῇ προνοίᾳ τὰς εὐχαριστηρίους ἐσπένδετο προσευχὰς, καὶ πρὸς τὴν αὐτοκράτορα δυναστείαν ἠπείγετο, θριαμβεύσων εἰς τὸ Βυζάντιον. ὁ δὲ στρατὸς ἐν κρότοις εἶχε τὸν στρατηγὸν, ἀγάμενοι τοῦτον ὡς τὸ εἰκὸς, καὶ ἄνδρα ἐπιφημίζοντες, οἷον μὴ φέρειν ἄλλον τὴν τότε γενεὰν, καὶ τῆς εὐτυχίας αὐτὸν ἐξεθείαζον, κατὰ ῥοῦν αὐτῷ προχωροῦντα τὰ τῶν πολέμων ὁρῶντες ὡς μάλιστα. ὁ δὲ 24 κατειληφὼς τὸ Βυζάντιον, ἐπεὶ μετὰ πλείστης ὅτι λείας καὶ μυρίων δορυαλώτων Ἀγαρηνῶν εἰσῄει , ὑπεδέχθη τε ὑπὸ τοῦ αὐτοκράτορος Ῥωμανοῦ φιλοτίμως, κἀπὶ τοῦ θεάτρου θριαμβεύσας, τῷ πλήθει τῶν ἀνδραπόδων καὶ τῶν λαφύρων τοὺς θεωμένους ἐξέπληξεν· ἀμοιβάς τε καὶ τιμὰς, ἀναλογούσας τοῖς πόνοις, παρὰ τοῦ κράτους ἀπείληφεν. ἀλλ' οὕτω μὲν ὁ στρατηγὸς Λέων τὴν Ἀσίαν ἔσωσε, καταγωνισάμενος τὸν Χαμβδᾶν, φυγάδα τε καὶ ἀλήτην ἀπεργασάμενος.