Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
23 Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρειν εἰς τὴν πόλιν, καὶ ἀπορρήξαντες αὐτὸν ἐκ τῶν ὤμων τῶν βασταζόντων αὐτὸν ἄρχονται τύπτειν τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον καὶ τοὺς δύο Χριστιανούς, καὶ δήσαντες σχοινίῳ τὸν πόδα τοῦ μακαρίου Βαρωχᾶ εἷλκον αὐτόν. Ἐν τοσούτῳ δὲ ἀπαγγέλλουσίν τινες τῶν ἀδελφῶν τῷ μακαρίῳ ἐπισκόπῳ, καὶ θορυβηθεὶς προσκαλεῖταί με καὶ ἄλλους τρεῖς ἀδελφοὺς παρ' αὐτῷ εὑρεθέντας καὶ λέγει ἡμῖν· Θαρροῦντες, ἀδελφοί, δράμετε· καιρὸς γάρ ἐστι μαρτυρίας. Ὡς δὲ ἐφθάσαμεν τὸν τόπον ὅπου ἔδησαν τὸν μακάριον, συνέδραμον οἱ ἀπὸ τοῦ πλήθους, καὶ οἳ μὲν ὕβριζον τὸν ἁγιώτατον ἐπίσκοπον, ἄλλοι δὲ ὁρῶντες τὴν ὑπομονὴν αὐτοῦ, πῶς ὑβριζόμενος οὐκ ὠργίζετο, ἀλλὰ τοὐναντίον παρεκάλει ἕκαστον λέγων μὴ οὕτως μιᾶναι καὶ ἐνυβρίσαι σῶμα ὁμοιοπαθές, γίνονται τῆς ἡμῶν μερίδος καὶ τρέπονται κατ' ἀλλήλων ἕως πληγῶν. Ἡμεῖς δὲ θεασάμενοι τὴν πολλὴν σύγχυσιν, βαστάσαντες τὸν θεοφιλῆ Βαρωχᾶν ἀνεχωρήσαμεν εἰς τὴν ἁγίαν ἐκκλησίαν.
24 Ὡς δὲ ἐθεασάμεθα αὐτὸν ἔτι ἐμπνέοντα, ἐποιήσαμεν αὐτῷ θεραπείας. Ἦν δὲ ὑπὲρ αὐτοῦ διὰ τῆς ἑσπέρας καὶ τῆς νυκτὸς εὐχὴ ἐκτενής· συνήχθησαν γὰρ πάντες οἱ ἀδελφοί. Ὁ δὲ ὅσιος ἐπίσκοπος οὐκ ἐπαύσατο δακρύων καὶ δεόμενος τοῦ θεοῦ περὶ αὐτοῦ· ἠπίστατο γὰρ ὁποῖον ζῆλον εἶχεν θεϊκόν. Ὡς δὲ εἶδεν ὁ θεὸς τὰ δάκρυα τοῦ ὁσίου ἱερέως καὶ τὰς δεήσεις τοῦ λαοῦ (δεύτερον γὰρ Φινεὲς εἶχον αὐτὸν κατὰ τῶν εἰδωλολατρῶν), ἐτάχυνεν αὐτῷ τὸ ἔλεος αὐτοῦ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἀνοίγει τοὺς αὐτοῦ ὀφθαλμούς, καὶ ἄρχεται λαλεῖν καὶ αἰτεῖν ποτὸν δοθῆναι αὐτῷ. Ἐγὼ δὲ παρακαθήμενος αὐτῷ εὐθέως δραμὼν ἀπήγγειλα τῷ μακαρίῳ ἐπισκόπῳ· ἐκ τῆς πολλῆς γὰρ χαρᾶς ἐλησμόνησα δοῦναι αὐτῷ τὸν ποτόν, παθὼν κἀγὼ τὸ τῆς παιδίσκης τῆς ἐπὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, ὅτε ἀκούσασα τῆς φωνῆς τοῦ ἁγίου Πέτρου ἐκ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὴν θύραν, ἀλλ' ἐάσασα αὐτὸν πρῶτον ἀνήγγειλεν τοῖς ἐν τῷ οἴκῳ. Τοιοῦτόν τι κἀγὼ ὑπέστην. Ἀκούσας δὲ ὁ μακάριος ἐπίσκοπος οὐκ ἐνικήθη ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμεινεν ἀντεχόμενος τῶν προσευχῶν, ἡμεῖς δὲ νοήσαντες τὸ στερρὸν καὶ τὸ ἀκλινὲς αὐτοῦ ἐάσαντες αὐτὸν ἀπήλθομεν, ἐγώ τε καὶ ὁ θεοφιλὴς Κορνήλιος ὁ διάκονος· σὺν ἐμοὶ γὰρ παρεκάθητο τῷ μακαρίῳ Βαρωχᾷ. Ὡς δὲ ἐπλήρωσεν τὰς εὐχὰς καὶ πᾶσαν τὴν ἀκολουθίαν ὁ ὁσιώτατος ἐπίσκοπος, καὶ αὐτὸς ἅμα ἡμῖν καθίσας, ἐπηρώτα τὸν θεοσεβῆ Βαρωχᾶν πῶς ἐξ ἀρχῆς ἔπαθεν, αὐτὸς δὲ πάντα ἡμῖν διηγήσατο.
25 Ἐν δὲ τῷ ἡμᾶς ἀκούειν, γίνεται ὄρθρος καὶ ἰδοὺ ὁ δημεκδικῶν μετὰ τῶν εἰρηναρχῶν καὶ τῶν δύο πρωτευόντων Τιμοθέου καὶ Ἐπιφανίου καὶ ἄλλων πολλῶν ἐλθόντες ἄρχονται καταβοᾶν καὶ θορυβεῖν λέγοντες· ∆ιὰ τί εἰσηγάγετε νεκρὸν εἰς τὴν πόλιν τῶν νόμων τῶν πατρῴων τοῦτο ἀπαγορευόντων; Ἐν ταὐτῷ δὲ καὶ ὕβριζον τὸν μακάριον ἐπίσκοπον. Ἡμεῖς δὲ ἀκούσαντες τοῦ θορύβου ἐξήλθομεν, καὶ ὡς ἐθεάσαντο ἡμᾶς, ἄρχονται τύπτειν ἐμὲ καὶ τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον. Ὡς δὲ διεμαρτυρόμεθα τοὺς δημοσιεύοντας, ὁ ὁσιώτατος ἐπίσκοπος ἐπεστόμιζεν ἡμᾶς, παρακαλῶν ἕκαστον καὶ νουθετῶν μὴ οὕτως ἀλογίστως ὀργίζεσθαι. Οἱ δὲ ἄθεοι ὅσον παρεκαλοῦντο τοσοῦτον ἐμαίνοντο καὶ ἐνύβριζον τὸν ὅσιον ἄνδρα. Τοῦ γοῦν θορύβου ἐπιμένοντος, ἐνδυναμοῦται ὁ θεοφιλὴς Βαρωχᾶς καὶ ἐμπιπλᾶται θεϊκοῦ ζήλου καὶ ἀνίσταται καὶ ἁρπάζει ξύλον καὶ ἄρχεται τύπτειν τοὺς παρατυγχάνοντας, καὶ ἐπιπίπτει πᾶσι φόβος καὶ ἄρχονται πίπτειν κατ' ἀλλήλων φεύγοντες, καὶ ἐπέμεινεν καταδιώκων αὐτοὺς ἕως τοῦ τότε Μαρνείου, καὶ ἐπαναλύει μετὰ νίκης μεγάλης ὁ νέος ἡμῶν Σαμψών, καταστρώσας καὶ αὐτὸς χιλίους Ἀλλοφύλους. Ἐξ ἐκείνου οὖν οἱ τῆς εἰδωλομανίας ἐφοβοῦντο αὐτόν, μὴ δυνάμενοι τοῦ ὀνόματος αὐτοῦ ἀκοῦσαι. Μετὰ δὲ χρόνον ὀλίγον ἠξιώθημεν τῆς