Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάνατον καὶ θριαμβεύσας τὸν ἐχθρὸν καὶ καταπατήσας τὸν ᾅδην καὶ δήσας τὸν ἰσχυρὸν καὶ ἀφαρπάσας τὸν ἄνθρωπον εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ἐγώ, φησίν, ὁ Χριστός.» «Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων. Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις, ἐγὼ τὸ πάσχα τῆς σωτηρίας, ἐγὼ ὁ ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς, ἐγὼ τὸ λύτρον ὑμῶν, ἐγὼ ἡ ζωὴ ὑμῶν, ἐγὼ ἡ ἀνάστασις ὑμῶν, ἐγὼ τὸ φῶς ὑμῶν, ἐγὼ ἡ σωτηρία ὑμῶν, ἐγὼ ὁ βασιλεὺς ὑμῶν. Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Ἐγὼ ὑμῖν δείξω τὸν ἀπ' αἰώνων πατέρα. Ἐγὼ ὑμᾶς ἀναστήσω διὰ τῆς ἐμῆς δεξιᾶς.» Οὗτός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πλάσας ἐν ἀρχῇ τὸν ἄνθρωπον, ὁ διὰ νόμου καὶ προφητῶν κηρυσσόμενος, ὁ ἐν παρθένῳ σαρκωθείς, ὁ ἐπὶ ξύλῳ κρεμασθείς, ὁ εἰς γῆν ταφείς, ὁ ἐκ νεκρῶν ἀνασταθείς, καὶ ἀνελθὼν εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι καὶ σῴζειν δι' οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων. Οὗτός ἐστιν «τὸ ˉˉΑ καὶ τὸ ˉˉΩ». Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος», ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον. «Οὗτός ἐστιν ὁ Χριστός.» Οὗτός ἐστιν ὁ βασιλεύς. Οὗτός ἐστιν Ἰησοῦς, οὗτος ὁ στρατηγός, οὗτος ὁ κύριος, οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν, οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός. Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται, «ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν». Μελίτωνος Περὶ Πάσχα Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ-γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας. {}Ὑμνήσατε τὸν πατέρα οἱ ἅγιοι, ᾄσατε τῇ μητρὶ παρθένοι. {}Ὑμνοῦμεν, ὑπερυψοῦμεν, ἅγιοι. {}Ὑψώθητε, νύμφαι καὶ νυμφίοι, ὅτι ηὕρατε τὸν νυμφίον ὑμῶν Χριστόν. Εἰς οἶνον πίετε, νύμφαι καὶ νυμφίοι, ...