ἀλγεῖν μηδὲ δυστυχεῖν, ἀλλ' ἐν τῇ τοῦ ἀληθινοῦ ἀγαθοῦ κτήσει· τοῦτο γὰρ χρὴ λαμβάνειν μόνον, ὃ ἔσχατόν τέ ἐστι καὶ τιμιώτατον καὶ ὃ ἡ ψυχὴ ζητεῖ ἐν αὐτῇ ἐγκολπίσασθαι, ποικίλου γὰρ ὄντος ἡμῖν τοῦ κράματος ἔστι τὰ μὲν χείρω, τὰ δὲ κρείττω, καὶ τῶν χειρόνων τὸ χεῖρον καὶ τῶν κρειττόνων τὸ κρεῖττον, οἷον νοῦς κρείττων ὢν καὶ διανοίας καὶ δόξης, καὶ τὸ ὑπὲρ τούτων ἕν· μετέχομεν γὰρ καὶ τῆς τοῦ ἑνὸς φύσεως. ἡ κατὰ τὸ κρεῖττον οὖν ἡμῶν ζωὴ τὸ γέρας ἐστὶ τῆς εὐδαιμονίας καὶ τὸ κατ' ἐκεῖνο ζῆν τὸ εὐδαιμονεῖν· αἱ γὰρ ἄλλαι ζωαὶ ἀναβαίνουσι μὲν ἡμῖν πρὸς τὸ τελεώτατον οἷον προσπεφυκότα μέρη εἰσίν, ἀναβεβηκόσι δὲ ὡς περιττὰ παρῃώρηνται. τισὶ μὲν οὖν ἤρεσε τῶν σοφῶν μὴ τῷ χρόνῳ λαμβάνειν ἐπίδοσιν τὸ εὐδαιμονεῖν, ὥστε μὴ μᾶλλον εὐδαιμονεῖν τινα εἰς ἀρετὴν ἐπιδιδόντα μείζονα· δεῖ γάρ, φησίν, ἑστὼς εἶναι τὸ εὔδαιμον. ἐμοὶ δὲ οὐχ οὕτως δοκεῖ, ἀλλ' ἐπειδὴ θεῷ ἐξομοιούμεθα εὐδαιμονοῦντες καὶ περὶ τὴν γνῶσιν τῶν ὄντων πραγματευόμεθα καὶ αὐτοῦ τοῦ τῶν ὄντων κρείττονος, οὔτε δὲ ᾧ ἐξομοιούμεθα ληπτὸν καθάπαξ ἡμῖν οἷον διὰ θεωρίας, οὔτ' ἀθρόον γνωστόν, ἀλλὰ συνάγει ἡμᾶς ἑαυτῷ ἄληπτόν τε καὶ ἄπειρον ὂν καὶ ταῖς ἀναβάσεσιν ἡμῶν ἀπειρούμενον, πῶς ἐνεστηκὸς ἂν εἴη τὸ εὐδαιμονεῖν ἡμῖν φωτὶ προσλαμβάνουσι φῶς, κατὰ τὸν ἡμεδαπὸν θεολόγον, μέχρι ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ; ἐγὼ δὲ φαίην ἂν ὡς οὐδὲ τότε παυσαίμεθα τοῦ φωτὶ προσλαμβάνειν φῶς φαεινότερον, ἀλλ' ἔσοπτρα μὲν οὐκ ἔσται οὐδὲ αἰνίγματα ἡμῖν τὰ θεάματα, φανὰ δὲ φῶτα ἐστίλβηται καὶ ἀπλανῆ πάντα καὶ καθαρώτατα. ἐπὶ μὲν γὰρ τῶν ἀτελεστέρων ζωῶν, κρειττόνων δὲ ὅμως, ἔσοπτρα μὲν τὰ προσλαμβάνοντα φῶτα, καθαρὰ δὲ καὶ οἷον εἰπεῖν ἀμφιφαῆ πρόσωπα τὰ ἑπόμενα ἐπὶ τὸ τῆς πρώτης εὐδαιμονίας καὶ τῆς ἑνοειδοῦς ἡμῶν καταστάσεως, ὁμοία μὲν ἑαυτῇ ἡ κλῖμαξ καὶ διόλου στίλβουσα ἡ μαρμαρυγή, ἄνοδος δὲ κἀντεῦθεν οὐκ ἀπὸ πλανωμένων χαρακτήρων εἰς ἀπλανεῖς, ἀλλ' ἐξ ἀπλανῶν τε καὶ φεραυγῶν εἰς ἀπλανεστέρους καὶ λαμπροτέρους. Τὰ δέ γε ἐν αἰσθήσει καλά-ἐζήτησας γὰρ καὶ περὶ τούτου ἐν τῷ γράμματι-εἴδωλά εἰσι καὶ σκιαὶ τοῦ ὄντος καλοῦ οἷον ἐκδραμόντα καὶ εἰς ὕλην ἐλθόντα, καὶ ἐκόσμησάν γε ταύτην φανέντα καὶ διεπτόησαν. τὰ δὲ προσωτέρω καλὰ οὐκέτι αἴσθησις ὁρᾶν εἴληχε, ψυχὴ δὲ ἄνευ ὀργάνων ἀθρεῖ, ἃ δεῖ ἀναβαίνοντας θεάσασθαι, καταλιπόντας τὴν αἴσθησιν κάτω περιμένειν, τούτοις γὰρ καὶ ψυχὴ καθαρθεῖσα εἶδός ἐστι καὶ λόγος καὶ πάντῃ ἀσώματος καὶ νοερὰ καὶ ὅλη τοῦ θείου· εἰ γὰρ καὶ ἡ ψυχὴ χρῆμά τι καλόν, ἀλλὰ πρὸς νοῦν ἀναχθεῖσα ἐπὶ τὸ μᾶλλόν ἐστι καλή. νοῦς γὰρ καὶ τὰ παρὰ νοῦ τὸ κάλλος αὐτῇ οἰκεῖον καὶ οὐκ ἀλλότριον, διὸ καὶ λέγεται ὀρθῶς τὸ ἀγαθὸν καὶ καλὸν τὴν ψυχὴν γίνεσθαι ὁμοιωθεῖσαν θεῷ, ὅτι ἐκεῖθεν τὸ καλόν· ψυχὴ γὰρ νῷ καλόν, τὰ δ' ἄλλα παρὰ ψυχῆς μορφούσης καλά, τά τε ἐν ταῖς πράξεσι τά τε ἐν τοῖς ἐπιτηδεύμασι. καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω λέγεται, ψυχὴ ἤδη ποιεῖ· ἅτε γὰρ θεῖον οὖσα καὶ οἷον μοῖρα τοῦ καλοῦ, ὧν ἂν ἐφάψηται καὶ κρατῇ, καλὰ ταῦτα, ὡς δυνατὸν αὐτοῖς μεταλαβεῖν, ποιεῖ. 5 Εἰς τὸν δρουγγάριον τῆς βίγλης κῦριν Κωνσταντῖνον τὸν Ξιφιλῖνον, ἀξιώσαντα αὐτὸν μεταβαλεῖν τὸ τοῦ Ἀριστοτέλους λογικὸν Ὄργανον ἀπὸ τοῦ ἀσαφοῦς ἐπὶ τὸ σαφές. ∆εύτερον τοῦτον ἆθλον ἐπιτάττεις βαρύτατον, φίλτατε πάντων ἐμοὶ καὶ σοφώτατε, τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ἐπὶ τὸ σαφέστερον μεταποίησιν, οὐκ οἶδ' ὁπόθεν τῆς ἡμετέρας περὶ τὸ λέγειν δυνάμεως στοχασάμενος ἢ ἐξ οἵων πρώτων