εὐθὺς οὖν ἅπαντες ἠρυθρίασαν, μᾶλλον μὲν οὖν ἠλάλαξαν ταῖς φωναῖς καὶ τῶν ἐξάρχων τῆς ἀσεβείας κατεψηφίσαντο καὶ τὰς συγγραφὰς βλασφημίας κατωνομάκασι καὶ πίστεως ἀλλοτρίωσιν τὴν ἐκείνων δόξαν ἐνόμισαν καὶ συνοδικῇ ἀποφάσει τὴν κρίσιν ἀνέθεσαν. γράμμασιν οὖν εὐθὺς ἡ τούτων ἐνεσημάνθη κατηγορία, καὶ ὁ ὑπαγορεύσας τὰ πρῶτα τῆς λογιότητος, καὶ ἡ γραφὴ ἐννομωτάτη καὶ ἀσφαλεστάτη, καὶ κλεὶς ἐπετέθη τῇ ἀσεβείᾳ, καὶ ὡς λαῖλαψ ἢ τυφὼν ἀθρόον ἡ καινὴ δόξα ῥοιζηδὸν διακινηθεῖσα διεπνεύσθη καὶ διεσκεδάσθη. ἔδει μὲν οὖν τότε μὴ τοὺς ἀρξαμένους μόνον τοῦ ἀσεβήματος, ἀλλὰ καὶ τὸν κοινωνήσαντα τούτοις τοῦ δόγματος τὴν αὐτὴν ὑποστῆναι κατάκρισιν. ἀλλ' οἱ μὲν διαιρεθέντες ὑπερόριοι ἀπηνέχθησαν, ὁ δὲ μέγας ἀρχιερεὺς ἐγκόλπιον ἐφύλαττε τὴν ἀσέβειαν, οὐ παρρησιαζόμενος μὲν τὸ πονηρὸν δόγμα, τρέφων δὲ ὅμως ἐν τῇ ψυχῇ καὶ ἐπιθυμῶν ἀναρρῆξαί ποτε τὸν ἐγκεκρυμμένον αὐτῷ βασιλίσκον κατὰ τοῦ θείου τῆς ἐκκλησίας πληρώματος. Καὶ ἵνα τὰ ἐν μέσῳ ἐάσω, ὁμοῦ τε ὁ μέγας ἡμῶν αὐτοκράτωρ τῶν βασιλικῶν σκήπτρων ἐπείληπτο καὶ ὁ ἀρχιερεὺς πρώτην ὑπὲρ ἐκείνων ἀφῆκε φωνὴν, τὸν καιρὸν τῶν φροντίδων ἁρπάσας καὶ πείσας ἐξ ἐφόδου τὸν αὐτοκράτορα· οὔπω γὰρ εἰδὼς ἦν, οὔθ' ὅτι δοξάζειν κακῶς εἵλοντο, οὔθ' ὅτι ἐντεῦθεν τῆς πόλεως ἀπελήλαντο. πάλιν οὖν ὁ διαιρεθεὶς ποταμὸς εἰς μίαν ἀμάραν τῆς ἀσεβείας συνέδραμε, καὶ πρὸς τὴν πηγὴν ἀνεχύθησαν ὅθεν καὶ ἀπερρύησαν. ἐγὼ δὲ οὐκ οἶδα τίνος πρώτου κατηγορήσω, τῆς τοῦ ἀρχιερέως τόλμης ἢ τῆς τοσαύτης ἀναισθησίας· ἄμφω γὰρ ἶσα τὸ μέγεθος καὶ τὴν τάξιν. μὴ γάρ μοι τὸ μέτρον τοῦ ῥήματος παρατρέχοιτο. ἀλλ' οὖν νοεῖτε τὴν δύναμιν, καὶ οὐκ ἂν εὑρήσετε διάφορα. ἄτοπον οὖν, εἰ μὲν Ἄρειος, ὅτι διῄρει κακῶς ἠθέτηται, καὶ Σαβέλλιος ὅτι οὕτω συνῄρει, καὶ Νεστόριος ὅτι τὸ θεῖον ἐφάνταζε, καὶ ὁ Εὐτυχὴς ὅτι τὸν ἄνθρωπον ἐσχημάτιζε, καὶ ὁ Ἕλλην ὅτι ἀγέννητον τίθεται τὴν ψυχὴν καὶ τὸν χρόνον συναΐδιον τῷ θεῷ, καὶ ὁ Χαλδαῖος ὅτι πνευμάτων ἐπενοεῖτο κάθοδον· ὁ δὲ μέγας καὶ θεῖος ποιμὴν ταῦτα πάντα συνειληφὼς ἐν μιᾷ τῇ ἑαυτοῦ ψυχῇ οὐκ ἀπελαθήσεται τοῦ καταλόγου τῶν ἱερῶν; καὶ ὁ μὲν τοῦ Βεηρεὶμ Ὠσηὲ ἐγκατάλειψιν τῷ Ἰσραὴλ ἀπειλεῖ τοῦ θεοῦ, οὐχ ὅτι σεσυλήκασιν ἢ ἄλλο τι πεπαρῳνήκασιν, ἀλλὰ τὴν αἰτίαν τιθείς, "ἐν συμβόλοις", <φησίν>, "ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ." καὶ ἵνα μή τις τὴν τοιαύτην ἐπίπνοιαν ἐκ πνεύματος θειοτέρου ἡγήσεται, "πνεύματι," φησίν, "πορνείας ἐπλανήθησαν"· ὡς δ' ἄν τις γνοίη ὅτι διάστασίς ἐστι τοῦτο ἄντικρυς τοῦ θεοῦ, "ἐξεπόρνευσαν," φησίν, "ἀπὸ τοῦ θεοῦ αὐτῶν". οὐ γὰρ ἁπλῶς μετάστασιν ἀπὸ τοῦ κρείττονος τὴν τοιαύτην οἴεται τελετήν, ἀλλὰ μεμηνυῖαν καὶ πορνικήν. ὁ μὲν οὖν προφήτης, ὡς κορυφὴν τῆς κακίας ἀνάγων τὸ πρᾶγμα, ἀλλοτρίωσιν ἀπὸ τοῦ θεοῦ <φησι> τὴν πρὸς τὰ ὑλικὰ πνεύματα προχώρησιν· ὑμεῖς δὲ οὐκ οἶδ' ὅ τι σοφίζεσθε περισσὰ πάντως καὶ ὑπὲρ τὸν λόγον. Ὁ μὲν οὖν περὶ τοῦ εἴδους τῆς αἱρέσεως λόγος οὕτως ὑμῖν διηκρίβωται καὶ οὐκ ἂν ἔχοι τις περὶ τούτου τὴν γλῶτταν κινεῖν. τὸ δ', ἐπεὶ οὐ συνοδικῶς οἱ ἄνδρες καθῄρηνται, διὰ τοῦτο ἐξῆν τῷ μεγάλῳ ἀρχιερεῖ καὶ πατρὶ ἀδεῶς τε τούτοις συνεῖναι καὶ χρᾶσθαι ὅσα θείοις πνεύμασι καὶ αὐτόπταις τοῦ λόγου καὶ κήρυξι καὶ τὴν ἡμιφανῶς τέως ἀποδεδειγμένην αὐτῶν αἵρεσιν θείαν ἡγεῖσθαι διδασκαλίαν, καὶ τοῦτο ὑμῖν ῥᾷστα διαλυσόμεθα. πρῶτον μὲν γὰρ ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ κατ' αὐτῶν συγκροτηθὲν δικαστήριον οὐδὲ τῆς συνοδικῆς μερίδος ἐστέρητο, ἀλλ' ἦσάν τινες καὶ τῶν ἀρχιερέων ἐπιμεμφόμενοί τε τοῖς λόγοις ἐκείνοις καὶ ὡς παρέγγραπτα καὶ νόθα τὰ γεγραμμένα διαπτύοντες δόγματα. ὁ δὲ μέγας ἀπεδεδημήκει πατὴρ εἰκότως· καθ' ἑαυτοῦ γὰρ ἂν ἐτίθει ψῆφον, ὅ τι τῶν καινῶν δογμάτων ἠθέτει. ὁ γὰρ τὴν τούτων μέθην προπεπωκὼς πῶς ἂν ὡς ἐμέσαντας τούτους τὸν ὕθλον