τῶν ψυχῶν τῷ βίῳ πεφυρμέναι ἄλλας φροντίδας ἔχωσι τῶν κοσμικῶν πραγμάτων, ἐγὼ δ' ἀλλὰ τὴν ἡδονὴν γνοῦσά μου τοῦ νυμφίου αὐτὸν χαράξω ταῖς πλαξὶ ταῖς τῆς ἐμῆς καρδίας. μαστῶν γὰρ μέσον πέφυκεν ὁ τόπος τῆς καρδίας. Ἔχομεν δέ τι λείψανον τῶν ἐκ τῆς νύμφης λόγων, ὅπερ ὡς ἔστιν ἐφικτὸν τὰ νῦν ἑρμηνευτέον. λέγει γὰρ οὕτω πρὸς αὐτοὺς ἡ νύμφη τοὺς ἀγγέλους· βότρυς τις κυπρίζων ἀδελφιδοῦς μου ἐμοὶ ἐν ἀμπελῶνι ἐν Γάδδει [1, 14]. Ὢ τῆς καλῆς ἐναλλαγῆς καὶ προκοπῆς τῆς νύμφης. ἡ πρὸ μικροῦ γὰρ τῷ λόγῳ ἵππῳ παρεικασθεῖσα, ἄρτι προκόψασα καλῶς ταῖς χάρισι τῶν φίλων ὡς βοτρυφόρον ἄμπελον αὑτὴν ἐπιγινώσκει. ψυχὴ γὰρ πᾶσα καθαρῶς ζητοῦσα τὸν δεσπότην πάντοτε πάντα γίνεται τῇ προκοπῇ τῶν ἔργων, νυνὶ μὲν θρόνος χερουβὶμ καὶ κλίνη βασιλέως, νῦν δ' ἄμπελος κατάκαρπος ἐν ταῖς αὐλαῖς κυρίου. ὅπερ οὖν λέγει καθαρῶς ἡ νύμφη, τοῦτο λέγει, ὡς ἔγνω τὸν ἀδελφιδοῦν, τοῦτ' ἔστι τὸν νυμφίον, ὅστις ἐπέσταξεν ἡμῖν γλεῦκος ἀθανασίας· οὐκ ἔστι πάσαις ὥριμος ψυχαῖς ταῖς ἐναρέτοις, ἀλλ' ἐξαλλάσσει τὸ τερπνὸν εἶδος αὐτοῦ πολλάκις, κατὰ τὸ μέτρον δηλαδὴ τῶν ἀρετῶν ἑκάστης, ἀνθεῖ γὰρ ἄλλαις τῶν ψυχῶν, ἐν ἄλλαις δὲ κυπρίζει, ἐν ἄλλαις δ' ὥριμός ἐστιν, ἐν ἄλλαις δὲ περκάζει. ἡ νύμφη τοίνυν φέρουσα κυπρίζοντα τὸν βότρυν δείκνυσιν ὅτι προκοπὴν οὐκ ἔφθασε τελείαν. Εἶθ' ὥσπερ ἐπαυξάνουσα τοῦ κυπρισμοῦ τὸ κάλλος, οὕτω, φησί, κυπρίζει μοι Χριστὸς ὁ καὶ νυμφίος, ὥσπερ κυπρίζουσι τερπνῶς ἐν τόπῳ τῷ τοῦ Γάδδει οἱ τῶν ἀμπέλων βότρυες εὐώδεις πεφυκότες. ἡ γῆ γάρ, ὥς φασι, τοῦ Γὰδ ἀμπελοτρόφος οὖσα γῆν πᾶσαν ὑπερήλασεν εἰς τὴν ἡδυβοτρίαν. Τῆς γοῦν ἁγνῆς καὶ καθαρᾶς ψυχῆς εἰπούσης τάδε ὁ λόγος ἀποκρίνεται λέγων τῇ νύμφῃ τάδε· ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· οἱ ὀφθαλμοί σου περιστερᾶς [1, 15]. Ὥσπερ οἱ χρυσογνώμονες, οὕς φασι χρυσοχόους, ἂν τὸν χρυσὸν θελήσωσι τὸν κεκιβδηλωμένον λαμπρότερον ἐργάσασθαι καὶ καθαρὸν ἐξόχως, πολλάκις βάλλουσιν αὐτὸν ἐν τοῖς χωνευτηρίοις, τοῦτον τὸν τρόπον δείκνυσιν ὁ λόγος πρὸς τὴν νύμφην, ὁ τῶν ψυχῶν θεραπευτὴς τῶν μεμελανωμένων. ἵππῳ γὰρ ταύτην πρότερον τῷ λόγῳ παρεικάσας καὶ δείξας ἔτι χαμερπῆ τυγχάνειν τὴν παρθένον, πρὸς ἀρετὴν ἠρέθισε ταύτην ὑψηλοτέραν. ἡ δὲ προκόψασα τρανῶς ταῖς χάρισι τῶν φίλων γίνεται θρόνος πύρινος τοῦ πάντων βασιλέως. ἀλλ' ἔτι πάλιν φθάσασα ταῖς ἀρεταῖς εἰς ὕψος καὶ πάλιν προσεγγίσασα τῷ καθαρῷ νυμφίῳ, λαμπρῶς ἐγκωμιάζεται καὶ παρὰ τοῦ νυμφίου. ἰδοὺ γὰρ εἶ, φησί, καλὴ καὶ πλήρης μου, πλησίον. εἶτα διπλοῦν τὸν ἔπαινον τοῦ κάλλους ἐπιφέρων, πάλιν, ἰδού, φησί, καλὴ τυγχάνεις, ὦ παρθένε· ἔχεις γὰρ ὄμματα τερπνὰ περιστερᾶς παρθένου, ὁπόταν σου τοὺς ὀφθαλμοὺς ἀπέστρεψας ἐκ πλάνης καὶ πρὸς ἐμὲ τὸν πλαστουργὸν τὸν σὸν ἐνατενίζεις. περιστερᾶς δὲ μέμνηται νῦν ὀφθαλμοὺς ὁ λόγος, τὸ καθαρὸν τοῦ βλέμματος σημαίνων τῆς παρθένου. καὶ γὰρ τοιοῦτον καθαρὸν ἔσχεν ἐκείνη βλέμμα, ὥστε κατεῖδε καθαρῶς τὸν κάλλιστον νυμφίον. Αὐτὴν γὰρ ἐπαινέσαντος τοῦ καθαροῦ νυμφίου ἀνταποκρίνεται λοιπὸν κἀκείνη τῷ νυμφίῳ· ἰδοὺ καλὸς ὁ ἀδελφιδοῦς μου καί γε ὡραῖος [1, 16]. Ἰδοὺ καὶ σύ, φησί, καλὸς τυγχάνεις, ὦ νυμφίε. ὥσπερ δ' ἐκεῖνος εἴρηκε διπλοῦς ἐπαίνους ταύτῃ, οὕτω διπλοῦς ἀντείρηκεν ἐκείνη τοὺς ἐπαίνους, καλός, εἰποῦσα, πέφυκας, νυμφίε, καὶ ὡραῖος. ἀδελφιδοῦν δ' ὠνόμασεν ἡ νύμφη τὸν δεσπότην, τὴν ἀπὸ τῆς σαρκώσεως αὐτῆς πρὸς τὸν δεσπότην αἰνιττομένη προφανῶς συγγενικὴν μερίδα, ἣν μάλιστα πλατύτερον κάτωθεν διδαχθήσῃ. Ἀντεπαινέσασα καὶ γὰρ ἡ νύμφη τὸν νυμφίον φησὶ καὶ ταῦτα πρὸς αὐτὸν καθεξῆς τὸν νυμφίον· πρὸς κλίνην ἡμῶν σύσκιος [1, 16]. Ἦλθες, φησί, πρὸς τὴν ἡμῶν ἀσθενεστάτην κλίνην, τὴν ἀστραπὴν τὴν θεϊκὴν ἐντέχνως συσκιάσας. εἰ μὴ γὰρ ἔκρυψας αὐτὴν οἷς οἶδας τρόποις μόνος, τάχ' ἂν κατῃθαλώθημεν ἐξ ἀστραπῆς τῆς θείας. ἄλλο δὲ τοῦτο πέφυκε τοῦ λόγου τὸ κρυψίνουν·