15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
κεκλῆσθαι κεκράτηκεν. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ σωρείτου τοιαύτη· ἐρωτᾷ γὰρ ὁ σοφιζόμενος, «ἆρά γε πληρωθήσεται μέδιμνος παρὰ κόκκον ἕνα, καὶ κομήσει τις παρὰ τρίχα μίαν, ἢ πλουτήσει τις παρὰ μίαν δραχμήν, ἢ νεωλκηθήσεται ναῦς παρ' ἕνα ἕλκοντα, ἢ προσπελάσει τῷ καμπτῆρι παρὰ βῆμα ἕν, ἢ φαλακρωθήσεται παρὰ ἀφαίρεσιν μιᾶς τριχός;» εἰ τοίνυν μία θρὶξ κρανίῳ προσφῦσα γυμνῷ κόμην ἢ βόστρυχον οὐ ποιεῖ, οὐδ' ἄλλως κομήσει παρὰ μίαν ὁ ἐψιλωμένος, ἀλλ' ἀπειράκις μιᾶς προσφυομένης τριχὸς ἐπὶ ταῖς προηγησαμέναις κόμη γενήσεται, καὶ οὐ παρ' ἕνα μὲν κόκκον ὁ μέδιμνος πληρωθήσεται, ἀλλὰ τούτου ἀεί ποτε γιγνομένου ποτὲ πλησθήσεται, καὶ οὐ παρὰ μίαν τριχὸς ἀφαίρεσιν ψιλωθήσεται τὸ κρανίον, ἀλλ' εἰ πολλάκις τοῦτο ποιεῖς, ἡ ψίλωσις ἐπιγενήσεται-ἐπεὶ οὖν τὰ πλείω κατὰ σωρείαν γίνεται, οἷον κόμη, θημωνιὰ ἅλωνος, σωρείτης ὁ παραλογισμὸς ὠνόμασται. Τοῦτο τὸ σόφισμά τινες μὲν τῶν φιλοσόφων τῆς ἀπόρου ὕλης νενο μίκασιν, ὅθεν οὐδ' ἐπεχείρησαν λῦσαι. ὁ δ' Ἀφροδισιεὺς Ἀλέξανδρος διελύσατο εὐφυῶς, εἰπὼν ὅτι τὸ ἐν πλάτει γινόμενον στενῶς ἠρώτηκεν ὁ παραλογιζόμενος· οὐ γὰρ ἁπλῶς ὁ εἷς κόκκος πληροῖ τὸν μέδιμνον, ἀλλὰ τοῖς λοιποῖς συναριθμηθείς· οὐδὲ ἡ μία θρὶξ κομᾶν ποιεῖ, ἀλλὰ μετὰ τῶν λοιπῶν τὴν κόμην ἐργάζεται· οὐδ' ἁπλῶς τὸ τελευταῖον ἓν βῆμα τοῦ δρομέως τὴν νίκην ποιεῖ, ἀλλὰ τοῖς λοιποῖς συναριθμούμενον βήμασι. τοῦτο δὲ τὸ σόφισμα καὶ εἰρωνείαν οἱ τὰ τῆς νομικῆς φασιν ἐπιστήμονες, κἀντεῦθεν οὐδ' Ἑλληνικὸν τὸ ὄνομα οἴονται, ἀλλὰ Σύριον ἢ Αἰγύπτιον, ὅσοι δὲ καὶ ὡς Ἑλληνικῷ προσεχρήσαντο, βαβαὶ τῆς ἀμουσίας καὶ ὅσα καταφλυαροῦσι τοῦ ῥήματος· εἰ γὰρ καὶ προσχρῶνται ὥσπερ ἡμεῖς τῇ ἐπὶ τῆς ἅλωνος σωρείᾳ, ἀλλ' οὐκ ἴσασιν ὅ φασιν. ἐγὼ δέ, εἰ μήπω περιττό τερός εἰμι τοῦ δέοντος, καὶ νομικοῖς θέμασι τὸ σόφισμα προσαρμόσαιμι καὶ ὅπως εἰρωνεία παρ' ἐκείνοις ἐστὶ δηλώσαιμι. ἔστι τις παρ' αὐτοῖς ἐπὶ χρεωστήμασιν εὐθυνόμενος, ὃν ἀπογυμνώσας τῶν προσόντων ὁ δικαστὴς οὐκ ἐδέδοτο πάντα τῷ δανειστῇ, ἀλλὰ τὸ λοιπὸν τοῦ χρέους, ἔστ' ἂν ἐκεῖνος αὖθις εὐπορήσῃ, ἐταμιεύσατο. ἐπεὶ οὖν οὐ παρὰ δραχμήν τις μίαν εὔπορος γίνεται, οὐδέποτ' ἂν ὁ χρεώστης οὗτος τῷ δανειστῇ εὐθυνθήσεται. εὐπόρησε γὰρ δραχμήν· ἀλλ' ἐπεὶ μὴ παρὰ δραχμὴν εὔπορος, μετὰ τῶν ἀπόρων ταχθήσεται· εἶτ' αὖθις ἄλλην καὶ πάλιν ἄλλην καὶ ἄλλην· ἐν οὐδεμιᾷ γοῦν εὔπορος, ὅτι μὴ παρὰ μίαν δραχμὴν τὸ εὐπορεῖν. ὁ μὲν οὖν ἀεὶ τῆς μιᾶς προστιθεμένης τὰ Κόδρου κτήσεται κτήματα, ὁ δὲ δανειστὴς «λύκος» ἔσται «μάτην χανών», ἐπιστομιζόμενος τῷ «παρὰ μίαν δραχμὴν οὐδεὶς εὔπορος». εἰρωνεία γοῦν ἐστι τὸ πᾶν ἐξαπατῶντος τὸν δικαστὴν καὶ χλευάζοντος τοῦ συνηγοροῦντος τῷ εὐποροῦντι. Ἀλλ' οὐχ ὁ ἡμεδαπὸς ἐπὶ τούτοις δρουγγάριος ἐξαπατηθήσεται, ἀλλὰ μετὰ Σωκρατικῆς ἐπιστήμης τὴν Ἰταλῶν σοφίαν μεμαθηκώς, μάλα φιλοσόφως ἐρεῖ, ὡς οὐχ ἡ μία σε δραχμή, ὦ τᾶν, πεποίηκε πλούσιον, ἐπεὶ οὐδὲ παρὰ μίαν εὔπορος, ἀλλ' αἱ πολλαὶ μετὰ τῆς μιᾶς, αἳ δὴ καὶ τὴν ἐσχάτην προσλαβοῦσαι πλείω σοι τὰ προσόντα πεποιήκασιν.
4 Λόγος κεʹ. Εἰς τὸ «γινώσκοντες καλῶς τὸν ποιμένα καὶ γινωσκόμενοι» Τὴν ἐργασίαν ἐνταῦθα τοῦ παραδείγματος κατὰ τὸ εὐαγγελικὸν ῥητὸν πρὸς ὃ ἐβούλετο ὁ μέγας οὗτος τροπολογήσας πατὴρ ταῖς τῶν αἱρέσεων εὐφυῶς προσῆψε διαφοραῖς. ποιμένα γὰρ ἅπαξ ἑαυτὸν ἐγκαταστήσας, ἐπέμεινε τῇ τροπῇ θρέμματά τε τὸν ὑφ' αὑτὸν λαὸν ὀνομάζων καὶ λύκους τοὺς ἐκεῖθέν τι συλαγωγοῦντας· εἶτα ἐπιγαννύμενος ἐπὶ τῇ ἰδίᾳ ποιμαν τικῇ, ἐπιμαρτυρεῖ τῇ ποίμνῃ τό τε συνηγμένον καὶ τὸ ἐς ταὐτὸ συμ μανδρεύεσθαι καὶ τὸ ξυνιέναι τῆς τοῦ ποιμένος φωνῆς καὶ μὴ ἐθέλειν