8
τότε προστίθησι καὶ τῶν οἰκετῶν τὴν ἀναίρεσιν κατὰ προσθήκην αὔξων τὴν συμφοράν. τὸ δὲ δὴ χαλεπώτερον· ἐγώ, φησίν, ἐσώθην μόνος ὁ τὰς τῶν κακῶν ἀγγελίας ἀποκομίζων. 1, 16 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ἐπειδὴ πρὸς τὴν πρώτην ἀκοὴν ὁ δίκαιος οὐκ ἐταράχθη, ἀλλὰ γενναίᾳ ψυχῇ τὴν ἀγγελίαν ἤνεγκε καὶ τὴν πεῖραν τοῦ δυσμενοῦς ἀπεκρούσατο, εὐθὺς ἕτερος τοῦ διαβόλου δορυφόρος ἐπέστη οὐκέτι μὲν αὐτὸν ἐξ ἀνθρώπων πολεμεῖσθαι λέγων, οὐρανόθεν δὲ κεραυνωθῆναι τὰ πρόβατα καὶ τοὺς ποιμένας, τὸν θεὸν αὐτῷ παραδηλῶν πολέμιον γεγονέναι τὸν ὑπ' αὐτοῦ σεβόμενον. 1, 17 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 22 πάλιν κάτωθεν ἡ ἀγγελία τοῦ πολέμου, ὡς ἂν ἀπείπῃ καὶ ὑπὸ θεοῦ καὶ ὑπὸ ἀνθρώπων πολεμούμενος. τὸ δὲ κεφαλὰς τρεῖς ἀντὶ τοῦ· διέταξαν ἑαυτοὺς οἱ πολέμιοι εἰς ἀρχὰς καὶ τάγματα τρία. σῴζεσθαι δὲ πάλιν μόνος φησὶν ὁ τῶν συμφορῶν ἀγγελιαφόρος· προσέθηκεν δὲ καὶ τῶν ἀνθρώπων τὴν ἀναίρεσιν, ἐφ' ᾗ μάλιστα ἀλγοῦσιν οἱ δίκαιοι. 1, 1819 ἔτι τούτου λαλοῦντος ἄγγελος ἄλλος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. θεώρει κἀνταῦθα τοῦ διαβόλου τὴν πικρίαν, πῶς ὀνομαστὶ τῆς γονῆς μέμνηται τῶν υἱῶν σου λέγων καὶ τῶν θυγατέρων σου, μονονουχὶ τὴν φύσιν αὐτὴν τοῦ δικαίου πλήττων. σεμνύνει καὶ τὸ συμπόσιον παρὰ μὲν τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ λέγων γίνεσθαι, αὐτοὺς δὲ κατευφραίνεσθαι καὶ ἐξαίφνης ἐλθεῖν πνεῦμα ἐκ τῆς ἐρήμου καὶ ἄλλης μὲν οἰκίας μὴ ἅψασθαι, μόνην δὲ ἐκείνην ἔνθα οἱ παῖδες εὐωχοῦντο κατασεῖσαι. καὶ πάλιν ἐπισημαίνου τὸ πικρὸν τῆς ἀγγελίας· οὐ γὰρ εἶπεν· καὶ ἔπεσεν ἐπὶ πάντας τοὺς ἔνδον, καίτοιγε πάντας ἀπέκτεινεν, ἐξ ὧν αὐτός, φησίν, ἐσώθην δὲ ἐγὼ μόνος, ἀλλ' ἰδικῶς φησιν· καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου τῆς φύσεως ἀναμιμνήσκων καὶ καιρίας αὐτῷ διδοὺς τὰς πληγάς. 23 πάλιν δὲ θεήλατον ἔπλασεν τὴν συμφορὰν δύο μὲν πολεμίων σχηματίσας ἐφόδους, δύο δὲ ἐκ θεοῦ, τήν τε τοῦ πυρὸς καὶ τοῦ ἀνέμου. τελευταίαν δὲ τὴν τῶν παίδων ἀναίρεσιν ἐπαγαγὼν καὶ μόνων τῶν σῳζομένων ἀγγέλων τὸ παράδοξον εἰς ἀμηχανίαν καὶ σύγχυσιν καὶ τὴν κατὰ θεοῦ βλασφημίαν ὑπερεθίζει τὸν δίκαιον. 1, οὕτως ἀναστὰς Ἰὼβ διερρήξατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ. ἐπὶ μὲν ταῖς προτέραις ἀγγελίαις σύννους ἦν ὡς εἰκὸς καὶ ἐθαύμαζε τὰ γινόμενα. ὡς δὲ τὴν τῶν πολλῶν καὶ ὡραίων παίδων ἀθρόαν ἤκουσε τελευτήν, ἵνα μή τις ἀνάλγητος εἶναι δόξῃ καὶ ἀσυμπαθής, ἀποδίδωσι τῇ φύσει τὸ χρέος καὶ διαρρήσσει μὲν τὴν ἐσθῆτα, κείρεται δὲ τὴν κόμην πενθικῶς. οἷς μὲν γὰρ τὸ κομᾶν πρὸς κόσμον νενόμιστο, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκείροντο· οἷς δὲ τὸ κείρεσθαι εὐπρεπὲς ἐδόκει, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκόμων τοῦ τῶν τριχῶν ἀνεχόμενοι βάρους. ὅτι δὲ οὐκ ἀφιλόσοφον τὸ συμπαθές, δείκνυσι μὲν καὶ Παῦλος λέγων ἐν ταῖς Πράξεσιν· τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; δείκνυσι δὲ καὶ ∆αυὶδ οὐ τῶν παίδων τὸν πειθήνιον, ἀλλὰ τὸν πολεμιώτατον ὀλοφυρόμενος καὶ μετὰ πικρᾶς οἰμωγῆς ἀναστένων καὶ λέγων· υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου. δακρύει δὲ καὶ αὐτὸς ὁ θεὸς ἡμῶν καὶ σωτὴρ συμπαθῶς, εἴτε διὰ τὸν Λάζαρον εἴτε διὰ τὴν τῶν Ἰουδαίων ἀπώλειαν, ὃ δὴ καὶ ἀληθέστερον εἰπεῖν. οὐ γὰρ ἐν τῷ μὴ πάσχειν ἡ νίκη, ἀλλ' ἐν τῷ πάσχοντα καρτερεῖν. 24 εἴποι δ' ἄν τις γλαφυρώτερον ἐξηγούμενος, ὅτι καὶ αὐτὴν τῷ διαβόλῳ τὴν ἐσθῆτα προσέρριψεν οἷά τις ἀθλητὴς εἰς πάλην ἀποδυόμενος, ὡς ἂν