δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὲ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας, εἰ μὲν χωρὶς νόμου πεφανέρωται οὐχ ὑπὸ νόμου μαρτυρεῖται, εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται. 16 22-25 οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι. δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμούς, ἵν' εὑρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστὶ σύμβολα τὰ γεγραμ μένα. γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρxiερέως θυσίαν ἐν τῷ Λευιτικῷ ἐὰν δὲ πᾶα υναγωγὴ ἀγνοήῃ, καὶ λάθῃ ῥήμα ἐξ ὀφθαλμῶν τῆ υναγωγῆ, καὶ ποιήωι μίαν ἁπαῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήεται, καὶ πλημμελήωι, καὶ γνωθῇ αὐτοῖ ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προάξει ἡ υναγωγὴ μόχον ἐκ βοῶν περὶ τῆ ἁμαρτία· εἶτα μετ' ὀλίγα καὶ εἰοίει ὁ ἱερεὺ ὁ χριτὸ ἀπὸ τοῦ αἵματο τοῦ μόχου εἰ τὴν κηνὴν τοῦ μαρτυρίου· καὶ πάλιν μετ' ὀλίγα καὶ ποιήει φησὶ τὸν μόχον ὃν τρόπον ἐποίηεν τὸν μόχον τῆ ἁμαρτία· οὕτω ποιηθήεται αὐτῷ καὶ ἐξιλάεται περὶ αὐτῶν ὁ ἱερεὺ καὶ ἀφεθήεται αὐτοῖ. 17 iii 27 ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί· ἀλλὰ διὰ νόμου πίστεως. ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο πᾶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήεται, κἂν ἀληθεύων λέγῃ τὸ ὁ θεὸ εὐχαριτῶ οι ὅτι οὐκ εἰμὶ ὡ οἱ λοιποὶ τῶν ἀνθρώπων καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις ἣν καυχήσαιντο ἄνθρωποι μὴ νοοῦντες τὴν ἐκ πίστεως δικαίωσιν· οὐκ ἐκκλείεται δὲ ἡ ἐκ πίστεως καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶθαι εἰ μὴ ἐν τῷ ταυρῷ τοῦ κυρίου ἡμῶν Ἰηοῦ Χριτοῦ, δι' οὗ ἐμοὶ κόμο ἐταύρωται κἀγὼ τῷ κόμῳ· μονονουχὶ γάρ φησιν ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶθαι ἐπ' οὐδεμίᾳ τῶν ἀρετῶν ἢ ἐν μόνῳ τῷ ταυρῷ τοῦ κυρίου ἡμῶν Ἰηοῦ Χριτοῦ. 18 ιιι 28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. ὅτι δὲ ἀρκεῖ εἰς δικαίωσιν ὁ τῆς πίστεως νόμος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυρωθέντα λῃστὴν τῷ Ἰησοῦ καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίααν ἀλάβατρον μύρου καὶ τᾶαν παρὰ τοὺ πόδα τοῦ Ἰηοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου ἀλλ' ἐκ τῆς πίστεως ἀφέωνται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσεν τὸ ἡ πίτι ου έωκέν ε πορεύου εἰ εἰρήνην. ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἶμαι, φησίν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά. 19 iii 29, 30 ἢ Ἰουδαίων ὁ θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναί, καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περιτομὴ τῆς δικαιουμένης διὰ τῆς πίστεως ἀκροβυστίας; οὐ γὰρ νομιστέον ὡς ἔτυχεν Παῦλον ταῖς προθέσεσι διαφόρως κεχρῆσθαι. οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους ἡ γυνή φησιν ἐκ τοῦ ἀνδρὸ ὁ δὲ ἀνὴρ διὰ τῆ γυναικό. δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ ἐξ οὗ <ἤ>περ τὸ διά τινος τῷ δι' οὗ· ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέποτε δι' ἀνδρός· οὐδὲ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι' ἀνδρός· καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὖαν, διὰ τὸ τοῦτο νῦν ὀτοῦν ἐκ τῶν ὀτῶν μου καὶ ὰρξ ἐκ τῆ αρκό μου. ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ' ἐπὶ παντὸς ἀνδρὸς μετ' ἐκεῖνον. ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομήν, καὶ μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως