ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ Theophyl.) εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί· ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς 278 Ἰσραὴλ φῶς, οὕτω καὶ νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος. 283 ἡ δὲ φωνή ἐστιν αὕτη· «πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου». 284 ἀλλ' ἕως μὲν οὔπω τῆς ἡμετέρας ὑπεραθλήσας ζωῆς τὸν τῆς σαρκὸς θάνατον ὑπέμεινεν ὁ Χριστός, ἥπλωτό πως ἔτι τὸ καταπέτασμα. 287 ἐπεὶ δὲ καὶ «πέτρα ὁ Χριστός», καὶ οἱ μιμηταὶ αὐτοῦ ἀπόστολοι καὶ προφῆται πέτραι ὀνομάζονται ... «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ». 293 καὶ νῦν δὲ ἡ καταλιποῦσα τὴν ΚΑΤΑ ΚΥΛΙΣΤΙΚΗΝ καὶ ΑΣΤΑΤΟΝ Γαλι- λαίαν ψυχὴ καὶ ἑπομένη τῷ λόγῳ καὶ ποιοῦσα τὰ προσταττόμενα ὁρᾷ κατὰ ἀλήθειαν καὶ τὴν νεκρότητα τοῦ σώματος Ἰησοῦ καὶ τὸν τρόπον τοῦ μετ' εὐχῆς αὐτὸν παραθέσθαι τὸ πνεῦμα τῷ πατρί ... πολλῶν δὲ οὐσῶν καὶ ἄλλων γυναικῶν κατ' ἐξοχὴν αὗται ὠνομάσθησαν αἱ μᾶλλον θεωροῦσαι καὶ διακονοῦσαι καὶ κρεῖττον ἀκολουθοῦσαι· ἡ ἀπὸ τοῦ μεγαλυσμοῦ Μαρία 294 (Μάγδαλα γὰρ ΜΕΓΑΛΥΣΜΟΣ ἑρμηνεύεται) καὶ ἡ τῶν ἐπωνύμων τῶν πατριαρχῶν μήτηρ, τοῦ ΠΤΕΡΝΙΣΑΝΤΟΣ τὸν ἀδελφόν, καὶ ἐφ' ᾧ γεννηθέντι λέγει ἡ μήτηρ «προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον», καὶ ἡ τῶν ΥΙΩΝ ΤΗΣ ΒΡΟΝΤΗΣ μήτηρ ὀνομαζομένη (#5 παρὰ Μάρκῳ Β Matthaei) Σαλώμη ὅ ἐστιν ΕΙΡΗΝΗ (l. EIRHNIKH Kl) 295 τέλος δὲ τῶν καταλιπόντων τὴν Γαλιλαίαν τῶν ἐθνῶν καὶ ἀκολουθούντων Ἰησοῦ τὸ μὴ μόνον ἀναβαίνειν εἰς Ἱερουσαλήμ, ἀλλὰ καὶ σὺν αὐτῷ.