αὐτὰς λήψεται; εἰ δὲ κοινόν ἐστι καὶ πρὸς ἑτέρους τὸ δώσω σοι τὰς κλεῖ δας τῆς βασιλείας τῶν οὐρα νῶν, πῶς οὐχὶ καὶ πάντα τά τε προειρημένα καὶ τὰ ἐπιφερόμενα ὡς πρὸς Πέτρον λελεγμένα ***; καὶ γὰρ ἐνταῦθα μὲν ὡς πρὸς Πέτρον εἰρῆσθαι δοκεῖ τὸ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μαθη ταῖς διὰ τοῦ ἐμφυσήματός φησι· «λάβετε πνεῦμα ἅγιον» καὶ τὰ ἑξῆς. πολλοὶ τοίνυν φήσουσι πρὸς τὸν σωτῆρα· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ' οὐ πάντες οἱ τοῦτο φάσκοντες ἐροῦσιν αὐτῷ οὐδαμῶς μὲν ἀπὸ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων τοῦτο μεμαθηκότες, αὐτοῦ δὲ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς ἀφε λόντος τὸ ἐπικείμενον τῇ καρδίᾳ αὐτῶν «κάλυμμα», ἵνα μετὰ τοῦτο «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ κυρίου κατοπτριζόμενοι» «ἐν πνεύματι θεοῦ» λαλῶσι, λέ γοντες περὶ αὐτοῦ τὸ «Κύριος Ἰη σοῦς» καὶ πρὸς αὐτὸν τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Καὶ εἴ τις λέγει τοῦτο πρὸς αὐτόν, οὐ σαρκὸς καὶ αἵματος ἀπο καλυψάντων αὐτῷ ἀλλὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός, τεύξεται τῶν εἰρημένων, ὡς μὲν τὸ γράμμα τοῦ εὐαγγελίου λέγει πρὸς ἐκεῖνον τὸν Πέτρον, ὡς δὲ τὸ πνεῦμα αὐτοῦ διδάσκει πρὸς πάντα τὸν γενόμενον, ὁποῖος ὁ Πέτρος ἐκεῖνος. παρώνυμοι γὰρ πέ τρας πάντες οἱ μιμηταὶ Χριστοῦ, τῆς «πνευματικῆς ἀκολουθούσης πέτρας» τοῖς σωζομένοις, ἵνα ἐξ αὐτῆς πίνωσι τὸ «πνευματικὸν πόμα». οὗτοι δὲ παρ ώνυμοί εἰσι τῆς πέτρας, ὡς Χρι στός· ἀλλὰ καὶ «Χριστοῦ μέλη» ὄν τες παρώνυμοι ἐχρημάτισαν Χριστοί, πέτρας δὲ Πέτροι. ἀπὸ δὲ τούτων ἀφορμὴν λαβὼν φήσεις τοὺς δικαίους παρωνύμους εἶναι Χρι στοῦ τῆς δικαιοσύνης καὶ τοὺς σο φοὺς Χριστοῦ τῆς σοφίας· καὶ οὕ τως ποιήσεις ἐπὶ τῶν λοιπῶν αὐτοῦ ὀνομάτων παρώνυμα ἐπὶ τοὺς ἁγίους, καὶ πρὸς πάντας τοὺς τοιούτους ἂν λέγοιτο ἀπὸ τοῦ σωτῆρος τὸ λέγον· σὺ εἶ Πέτρος καὶ τὰ ἑξῆς ἕως τοῦ οὐ κατισχύσουσιν αὐτῆς. τίνος δὲ αὐτῆς; ἆρα γὰρ τῆς πέτρας, ἐφ' ἣν Χριστὸς οἰκοδομεῖ τὴν ἐκ κλησίαν, ἢ τῆς ἐκκλησίας (ἀμφί βολος γὰρ ἡ φράσις), ἢ ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ τῆς πέτρας καὶ τῆς ἐκκλησίας; τοῦτο δ' οἶμαι ἀληθὲς τυγχάνειν· οὔτε γὰρ τῆς πέτρας, ἐφ' ἧς ὁ Χρι στὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, οὔτε τῆς ἐκκλησίας πύλαι ᾅδου κατισχύσουσιν, ὡς οὐδὲ «ὁδὸς ὄφεως ἐπὶ πέτρας» (κατὰ τὸ ἐν Παρ οιμίαις γεγραμμένον) εὑρεθείη ἄν. εἰ δέ τινος πύλαι ᾅδου κατισχύ σουσιν, οὔτε πέτρα ὁ τοιοῦτος ἂν εἴη, ἐφ' ἣν οἰκοδομεῖ Χριστὸς τὴν ἐκκλησίαν, οὔτε ἡ ὑπὸ Χριστοῦ οἰκοδομουμένη ἐπὶ τὴν πέτραν ἐκ κλησία· ἥ τε γὰρ πέτρα ἄβατός ἐστιν ὄφει καὶ ἰσχυροτέρα τῶν ἀντιπαλαι ουσῶν αὐτῇ πυλῶν ᾅδου, ὡς διὰ τὴν ἰσχὺν αὐτῆς μὴ κατισχύειν αὐτῆς τὰς πύλας τοῦ ᾅδου· ἥ τε ἐκκλησία, ὡς Χριστοῦ οἰκοδομὴ τοῦ οἰκοδομή σαντος ἑαυτοῦ «τὴν οἰκίαν» φρονί μως «ἐπὶ τὴν πέτραν», ἀνεπίδεκτός ἐστι πυλῶν ᾅδου, κατισχυουσῶν μὲν παντὸς ἀνθρώπου τοῦ ἔξω τῆς πέτρας καὶ τῆς ἐκκλη σίας, οὐδὲν δὲ δυναμένων πρὸς αὐτήν. 12.12 Νοήσαντες δὲ ὡς ἑκάστη τῶν ἁμαρτιῶν, δι' ὧν ἔστιν ἐν ᾅδου γενέσθαι, πύλη ἐστὶν ᾅδου, κατα ληψόμεθα ὅτι ἡ ἔχουσα «σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων» καὶ διὰ τὴν κακίαν μηδὲ «ἁγία» μηδὲ «ἄμω μος» τυγχάνουσα ψυχὴ οὔτε πέτρα ἐστίν, ἐφ' ἣν ὁ Χριστὸς οἰκοδομεῖ, οὔτε ἐκκλησία οὔτε ἐκκλησίας μέρος, ἣν ἐπὶ τὴν πέτραν ὁ Χριστὸς οἰκο δομεῖ. ἐὰν δέ τις πρὸς ταῦτα δυσω πεῖν ἡμᾶς βούληται διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλη σιαστικῶν, λεκτέον αὐτῷ οὐ μόνον τὸ «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλε κτοί», ἀλλὰ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς προσιόντας αὐτῷ λελεγμέ νον (ὡς ἐν τῷ κατὰ Λουκᾶν εἴρηται) οὕτως ἔχον· «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν (διὰ τῆς στενῆς) καὶ οὐκ ἰσχύσουσι», καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον δὲ γεγραμ μένον τοῦτον τὸν τρόπον ῥητέον· «ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν». προσέχων δὲ τῷ «ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι» συνήσεις ὅτι τοῦτο ἐπὶ τοὺς αὐχοῦντας μὲν εἶναι ἀπὸ τῆς ἐκκλησίας,