πάντα οἰκονομίαν. πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ' αὐτοῦ ἐπιστασίας καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα, πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα· οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ υἱός. δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ, ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἂν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ κυρίου τῶν κυριευόντων κυριεύειν ὧν κυριεύει. ὅθεν ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· εἰκὸς γὰρ εἶναί τινα καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ <τινὰ> ἐν τῷ μέλλοντι. πόθεν δὲ τῷ ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἢ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ ἁγίου πνεύματος; πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ἐξεταστέον, φανεροῦ ὄντος ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ Λόγῳ τοῦ Θεοῦ. οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα· καὶ τὸ δεῖ δὲ αὐτὸν βαιλεύειν ἄχρι οὗ ἂν θῇ πάντα τοὺ ἐχθροὺ ὑπὸ τοὺ πόδα αὐτοῦ δηλοῖ τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο. ἕτερος δέ, τὴν κατάταξιν τοῦ Θεοῦ ᾗ κατατάσσει ἕκαστον εἴς τι τάγμα παριστάς, ἐρεῖ τόδε· πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅσα τῆς τάξεώς ἐστι τῶν ὑποτασσομένων. καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, <τὸ πλήρωμα> τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν πότερόν ποτε, ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλή, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ καὶ πληρούμενον ὑπὸ τοῦ πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πως δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέντοιγε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικώτερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος, τὸ δὲ θεῖον καὶ ζωοποιοῦν πᾶσαν τὴν ἐκκλησίαν ἡ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεία. πῶς δὲ ἡ ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος ἀλλὰ τοῦ πληρουμένου. δόξει γὰρ ἀκολουθότερον ἂν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον· αὐτὸς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἐστὶ πλήρωμα, οὐκ ἂν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. ὅρα δὲ εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων ὅτι, καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ υἱοῦ πρὸς τὰ λογικὰ ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ' ἕκαστον τῶν μακαρίων. καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ' ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν, κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις· τούτου τοῦ βασιλέως οὐδὲν δὲ ὅλως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ' αὐτοῦ λογικῶ<ς> καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πως ὂν ὅτε λείπει τῶν εὐεργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστός, λείπων τούτοις πρὶν προσέλθωσιν. [ii 1-5] Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα