ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461.20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξένους μετὰ χρόνον οἱ ἐντὸς εἶναι νομίσωσιν, κωλύοντες αὐτοὺς τῆς τοῦ ἱεροῦ μετοχῆς. ∆ηλοῖ δὲ ταῦτα, ὡς ὁ λαὸς τῆς περιτομῆς ὁ πρό τερος, οἱ υἱοὶ Ῥουβὴν τοῦ πρωτοτόκου, οἱ υἱοὶ Γὰδ ἄλλου πρωτοτό κου, οἱ υἱοὶ Μανασσῆ ἄλλου πρωτοτόκου (κατὰ χρόνον δηλονότι) 462 ποιοῦσι βωμὸν οὐ τὸν ἀληθινόν, ἀλλὰ σύμβολον· ἵνα μὴ διέλωμεν αὐτοὺς ἀπ' ἐκείνων. Ἀδελφοὶ γὰρ ἡμῶν οἱ πρὸ τῆς παρουσίας Ἰουδαῖοι καὶ τὸ ἀληθινὸν μυστήριον ᾔδεσαν ὡς οὐκ ἔχουσιν. Ἀλλ' αἱ παλαιαὶ θυσίαι τῶν ἀληθινῶν τύπος ἐτύγχανον, ὅπου ἦν Ἰησοῦς. Ἀμφότεροι τοίνυν γινόμεθα «μία ποίμνη, εἷς ποιμήν». Ὡς γὰρ πάλαι ἀπέθνησκεν ὁ λαὸς καὶ ἦλθεν Ἀαρὼν καὶ ἔστη μεταξὺ τῶν τεθνη κότων καὶ τῶν ζώντων καὶ ἀπὸ τῶν λοιπῶν τὸν θάνατον ἔστησεν, οὕτως ὁ ἀληθινὸς ἀρχιερεὺς μεταξὺ τῶν τεθνηκότων καὶ τῶν ζώντων τῶν τε μέχρι τῆς παρουσίας τὸν Ἰουδαϊσμὸν τετηροκότων καὶ τῶν αὐτὸν μὴ δεξαμένων καὶ ἑαυτοὺς μᾶλλον ἢ τὸν Ἰησοῦν νεκρωσάντων, δι' ὧν «ἐφ' ἑαυτοὺς τὸ αἷμα» φέρειν ἐτόλμησαν Ἰησοῦ (διὸ καὶ «πᾶν αἷμα δίκαιον ἔφθασεν ἐπ' αὐτούς»)· μεταξὺ τοίνυν ἐλθὼν ἔστησεν 463 ἀφ' ἡμῶν τὴν τοῦ θανάτου νομήν. τῶν νεκρῶν Ἰουδαίων μηδὲν ἔτι ποιούντων ἀληθινὸν τῶν ὑπὸ νόμου διῃρημένων. Παρ' ἡμῖν γὰρ ὁ ἀληθινὸς ναὸς ὁ ἐκ «λίθων ζώντων» καὶ Ἰησοῦς ὁ ἀληθινός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν».