γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν, ὑφ' ἡμῶν μὴ νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀνα γινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα, ζη τοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ, οὐ διαμαρτάνοντες· ὅσον δὲ ἐπὶ τῷ, τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον οὗ ἐστι τύπος ἡ σκηνὴ, ἔσθ' ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διή γησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιϊῶν ἢ πολέμων, ἢ ὧν δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῆ μὲν διὰ τὴν ἕξιν οὐ πάνυ συγκεκροτημένην, πῆ δὲ διὰ τὴν προπέτειαν, ἔσθ' ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕ ρεσιν τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος. 1.10 Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάν τες ἴσμεν αἰνιγμάτων καὶ σκοτεινῶν λόγων πεπληρῶσθαι; κἂν ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἅτε νοῦς ὢν Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ εἰρηκότι· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος. καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἂν ἀναγνοὺς καταπλαγείη τὴν ἐπίκρυψιν ἀπορρήτων μυστη ρίων καὶ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν λόγους ἐπισταμένων δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐχερῶς νοού μεναι, μυρίων ὅσων κἀκεῖ, ὡς δι' ὀπῆς, μεγίστων καὶ πλείστων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων; διό περ τούτων οὕτως ἐχόντων, καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα τῆς κλειδὸς τῆς γνώσεως, ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ τοῖς νομικοῖς· καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς ἡ τῆς γνώσεως κλεὶς ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρ' ἐκείνοις τυγχά νειν, τοῖς, ὥς φασιν αὐτοὶ, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὕτως ἡ λέξις· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερ χομένους ἐκωλύσατε. 1.11 Ἡ τοίνυν φαινομένη ἡμῖν ὁδὸς τοῦ πῶς δεῖ ἐν τυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνειν ἐστὶ τοιαύτη, ἀπ' αὐτῶν τῶν λογίων ἐξιχνευομένη. παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις εὑρίσκομεν τοιοῦτόν τι προστασσόμενον περὶ τῶν γεγραμμένων θείων δογμάτων· Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει, τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. οὐκοῦν τριχῶς ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἁγίων γραμμάτων νοήματα· ἵνα ὁ μὲν ἁπλούστερος οἰκοδομῆται ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς γρα φῆς, οὕτως ὀνομαζόντων ἡμῶν τὴν πρόχειρον ἐκδοχήν· ὁ δὲ ἐπὶ ποσὸν ἀναβεβηκὼς, ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς αὐτῆς· ὁ δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ ἀποστόλῳ λεγομέ νοις· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἀπὸ τοῦ πνευματικοῦ νόμου, σκιὰν περιέχοντος τῶν μελλόντων ἀγαθῶν. ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος· τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώ πων σωτηρίαν δοθῆναι γραφή. διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ, τῷ Ποιμένι, περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν δύο γράψαι βιβλία, καὶ μετὰ ταῦτα αὐτὸν ἀναγγέλλειν τοῖς πρεσβυτέροις τῆς ἐκ κλησίας ἃ μεμάθηκεν ὑπὸ τοῦ πνεύματος, οὕτω διηγού μεθα. ἔστι δὲ ἡ λέξις αὕτη· Γράψεις δύο βιβλία, καὶ δώσεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ· καὶ Γραπτὴ μὲν νου θετήσει τὰς χήρας καὶ τοὺς