δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικὸν κατασύρεται κόλπον. καὶ τὸ μεταξὺ τῶν δύο ποταμῶν τούτων, τοῦ τε Τίγρητος καὶ τοῦ Εὐφράτου, Μεσοποταμία τυγχάνει προσαγορευόμενον. 3.9 Ὅτι ὁ Τίγρης καὶ ὁ Εὐφράτης κατὰ μὲν τὸ ἐμφανὲς ὅθεν ἀναδύονται, εἴρηται. ἡ δὲ ἱερὰ ἡμῶν γραφὴ ἐκ τοῦ Παραδείσου τούτους λέγουσα ὁρμᾶσθαι τὸ ἀληθέστατον ἱστορεῖ. καὶ γὰρ ἐξ αὐτοῦ τὰς πρώτας ἀρχὰς τῶν ῥείθρων φέροντες, ἄχρι μέν τινος προΐασιν, ἴσως ὑπὲρ γῆν ῥέοντες· ἔπειτα δὲ τῆς μεγάλης ἐρήμου καὶ ἀμμωδεστάτης αὐτοὺς ἐκδεξαμένης, πρὸς τὸ βάθος ἐνταῦθα καταπινόμενοι, οὐ πρότερον ἵστανται τῆς ἐπὶ τὰ κάτω φορᾶς, πρὶν ἐπ' αὐτὸ δὴ τὸ στεγανὸν καὶ πετρῶδες τῆς αὐτόθι καταντήσωσι γῆς. στάσιν δ' αὐτοῖς τῆς ἐπὶ τὰ κάτω προχωρήσεως τῆς αὐτόθι κρηπῖδος παρασχομένης, ἐνταῦθα ἤδη τῶν ῥευμάτων αὐτοῖς συναγειρομένων, ὑπὸ πλήθους καὶ ἰσχύος τοῦ ἀεὶ ἐπιφερομένου τὸ πρόσω χωροῦσιν ἐπ' εὐθὺ βιαζόμενοι. ἀλλ' οὗτοι μὲν οἱ ποταμοὶ κατωρύχιοι πορευόμενοι, μοῖραν αὐτῶν οὐκ ὀλίγην τῆς ἐν μέσῳ γῆς ὑπεξαιρουμένης, ἐλάττους ἀπαντῶσιν ἤδη καὶ ἀσθενέστεροι ἐπὶ τοὺς τόπους τῶν ἀναδόσεων. Καὶ τό γε μυχίους αὐτοὺς πλείστην ἐπιέναι γῆν, οὐκ εἰκὸς ἀπιστεῖν. πολλὰ γάρ ἐστιν καὶ ἄλλα ῥεύματα πανταχοῦ καὶ τῶν σφόδρα μεγίστων τε καὶ ἰσχυροτάτων ὑπὸ γῆν ἀφικνούμενα. δῆλον δέ· ἦχός τε γὰρ ἀπ' αὐτῶν ἀκούεται μέγας σὺν ταράχῳ καὶ ῥοίζῳ πολλῷ φερομένων· ἀλλὰ καί τινες ὑπὲρ αὐτῶν φρέατα ὀρυσσόμενοι, καὶ τῆς ἀπηντηκυίας αὐτοῖς πλακὸς κάτωθεν ἐπ' ὀλίγον τρώσαντες, ὑφ' ἣν τὸ ῥεῖθρον ἤδη καχλάζον τὴν ἐπὶ τὸ ἄνω φορὰν βιαζόμενον, μόλις γ' ἀνελήφθησαν ὑπὸ τῶν ἐπὶ τοῦ χείλους τῆς φρεωρυχίας ἑστώτων ἀναρπασθέντες, καὶ τὸ ῥεῖθρον ἐφομαρτῆσαν εἰς ὀχετὸν προὐχώρησεν, ὑπ' οὐδεμιᾶς ἀνομβρίας ἔτι παραλυπούμενον διὰ τὸ τῆς χορηγίας ἀένναον. ἡ γὰρ τοῦ θεοῦ ἀπόρρητος σοφία οἱονεὶ φλέβας χορηγοὺς τῶν ἀναγκαίων τὰς τῶν ῥείθρων διεκδρομάς, τὰς μὲν ἀφανεῖς, τὰς δὲ προδήλους, εἰργάσατο. ταύτῃ ἄρα καὶ ὁ προφήτης ἐμελῴδησε ∆αυΐδ· «20αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν20»· ὡς τὰς μὲν θαλάττας τοῖς μεγίστοις αὐτῆς κολπώμασιν οἷον ἀποθησαυρίσας, καὶ τὴν βάσιν αὐτῆς κρατυνάμενος πρὸς τὸ ἀνέχεσθαι τοσοῦτον ὄγκον καὶ πλῆθος τῶν ἐν αὐτῇ φερομένων· τοῖς δὲ ποταμοῖς τὴν διέξοδον ἀπόλυτον ταῖς εὐμηχάνοις αὐτῆς διαθέσεσι δοὺς ἀεί, ταῖς τῶν χωρίων ὑπαγωγαῖς τε καὶ ταπεινότησιν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ χθαμαλώτερα τόπον τῇ ῥοπῇ τοῦ βρίθοντος ὕδατος παρασχών. 3.10 Ὅτι κεῖσθαι τὸν Παράδεισον οὗτος εἰκασίᾳ χρώμενος λέγει κατὰ τὰς ἰσημερίας τῆς Ἠοῦς, πρῶτον μὲν ἐξ ὧν τὰ πρὸς μεσημβρίαν δῆλά ἐστι πάντα οἰκούμενα σχεδὸν μέχρι τῆς ἔξω θαλάττης, ἣν θάλατταν ὁ ἥλιος ἤδη ξυμφλέγει καθέτως ἐπ' αὐτῇ τὰς ἀκτῖνας ἐρείδων· καὶ ἡ διὰ μέσου λεγομένη ζώνη τοῦτό ἐστιν. ἔτι δὲ καὶ διότι ὁ νῦν Ὕφασις καλούμενος ποταμός, ὃν ἡ γραφὴ Φησὼν ὀνομάζει, καὶ αὐτὸς τοῦ Παραδείσου ἀναβλύζων, ἐκ τῶν ἀρκτῴων μᾶλλον τῆς Ἀνατολῆς μερῶν ἐπὶ τὴν μεσημβρίαν φαίνεται ῥέων καὶ εἰς τὸν ταύτῃ Ὠκεανὸν τὸ ῥεῖθρον εἰσερευγόμενος, ἀντικρὺ τῆς νήσου Ταπροβάνης. οὗ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ εὑρίσκεται τὸ λεγόμενον καρυόφυλλον, εἴτε καρπός, εἴτε δὲ καὶ ἄνθος τυγχάνει. καὶ πεπιστεύκασιν οἱ ἐκείνῃ τῶν ἐκ τοῦ Παραδείσου τοῦτο δένδρον εἶναι. καὶ γὰρ καὶ ἡ ὑπὲρ αὐτοὺς γῆ ἔρημός τέ ἐστι δεινῶς ἅπασα καὶ ἀκαρποτάτη. ἐκ δὲ τοῦ φέρειν τὸν ποταμὸν τὸ ἄνθος, ἐπίδηλον ἂν εἴη ὡς οὗτος ὁ ποταμὸς ὑπὲρ γῆς ἅπας ῥεῖ, μηδαμόθι καταδυόμενος· οὐ γὰρ ἂν τὸ ἐκεῖθεν φυόμενον ἠδύνατο φέρειν. ἔχει δέ τι καὶ ἄλλο σύμβολον τῆς περὶ τὸν Παράδεισον γεηρᾶς ἐπιμιξίας· φασὶ γὰρ ὡς ἐάν τις τύχοι πυρετῷ λάβρῳ φλεγόμενος, εἰς τὸν ποταμὸν βαπτισάμενος, παραυτίκα τοῦ νοσήματος ἀπαλλάττεται. Ὁ δὲ Τίγρης καὶ Εὐφράτης, διότι καταδύουσιν καὶ πάλιν ἀνίσχουσιν, οὐδὲν ἐκεῖθεν δύνανται κομίζειν ὡς ὁ Ὕφασις. οὐδέ γε ὁ Νεῖλος· καὶ γὰρ καὶ τοῦτον ἐκεῖθεν ῥεῖν ἡ Μωσέως