εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φησίν, μαρτυρῶ περὶ ἐμαυτοῦ. ἴσως ἐξῆν ἡμῖν κατὰ τὰς ἀνθρωπίνους ὑπονοίας ἀπιστεῖν τῇ μαρτυρίᾳ ὡς μὴ οὔσῃ ἀληθινῇ. νῦν δέ, φησίν, καὶ αὐτὴ ὑμῶν ἡ πρόφασις διακέκοπται· οὐ γὰρ μόνος ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἀλλὰ κἀκεῖνος, ὃν ὑμεῖς ἀξιόπιστον ὑπειληφότες τὴν ἐρώτησιν προσηγάγετε, ὥστε καὶ ἐκ τοῦ τὸν Ἰωάννην παράγειν μαρτυρίαν καὶ ἐκ τοῦ εἰπεῖν ὑμεῖς ἀπεστάλκατε σαφῶς δείκνυται, ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τὸν λόγον προήνεγκεν, καὶ τὸ ἐπαγόμενον δέ· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ταῦτα δὲ εἶπον, τοῦτ' ἔστι διὰ τοῦτο τὸν Ἰωάννην προέφερον ὑμῖν εἰς μαρτυρίαν, ἵνα ὑμεῖς σωθῆτε, τρανῶς τὴν εἰρημένην παρέστησεν ἔννοιαν, ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τοῖς λόγοις ἐχρήσατο. 36 Jo 5, 32-33 Καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ ἀντὶ τοῦ καὶ οἶδα ὅτι οὐκ ἂν οὐδ' ὑμῖν ἀρνηθείη ὡς ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἂν ἄρα μὴ ἑαυτοῖς μάχησθε· ὑμεῖς γὰρ ἀξιόπιστον αὐτὸν ὑπειληφότες ἀπεστείλατε ἐρωτῶντες αὐτόν. καὶ αὐτὸς ἐμαρτύρησε τῇ ἀληθείᾳ, τῇ ἀληθείᾳ δέ, φησίν, ὅτι καὶ πρὸ τῆς Ἰωάννου μαρτυρίας αὐτοαλήθεια ἦν καὶ τῆς ἑτέρων οὐκ ἐδεῖτο μαρτυρίας. οὐκοῦν οἶδα, φησίν, ἂν εὐγνωμονῆτε, ὅτι καὶ ὑμῖν ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. 37 Jo 5, 36-39 Ὡς ἀκόλουθον τοῖς εἰρημένοις τίθησι τὸ οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε καὶ τὰ ἑξῆς. τὸ δὲ ἑωράκατε. ὡς καὶ προϊών φησιν ἐκληπτέον ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα ἀντὶ τοῦ οὐκ ἔχετε ὀρθὴν δόξαν καὶ ὑπόληψιν θεοπρεπῆ περὶ αὐτοῦ, κἂν αὐτὸν ἐκδικεῖν σχηματίζησθε. πῶς δὲ ὡς ἀκόλουθον; ἐπειδὴ εἶπεν, ὅτι ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ καὶ ὅτι τὰ ἔργα, ἃ ἔδωκέν μοι ποιεῖν ὁ πατήρ, ἐκεῖνα μαρτυρεῖ περὶ ἐμοῦ, ὑμεῖς δὲ οὐδ' οὕτω πιστεύετε, δῆλον ὅτι, ὡς ἔοικεν, φησὶν οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐδὲ τήν, ὅτε ἔλεγεν οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα, οὐδὲ περὶ τῆς μακαρίας αὐτοῦ καὶ ἀπαθοῦς καὶ παντοκρατορικῆς φύσεως οὐδὲν ὀρθὸν ὑπολογίζεσθε· ἢ γὰρ ἂν τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ἐκείνης μόνης τῆς αὐθεντίας καὶ ἐξουσίας ὀρθῶς κρίναντες εἶναι οὐκ ἂν ἐμὲ τὸν υἱὸν αὐτοῦ τὰ αὐτὰ πράττοντα τῷ πατρὶ ἀντίθεον ἐβλασφημεῖτε. ὁρᾶς πῶς ὡς ἀκόλουθον εἴρηται. τὸ δὲ οὐδέποτε ἀκηκόατε οὐ νῦν φησιν, ἀλλ' οὐδὲ ὅτε τῷ Μωυσῇ ἐλάλει· πῶς γὰρ οἵ γε παραυτίκα μοσχοποιήσαντες καὶ μετὰ ταῦτα δεξάμενοι τὰς νουθεσίας καὶ μυριάκις εἰς εἰδωλολατρείαν ἐκπορνεύσαντες; διὸ ἀληθῶς οὔτε τότε οὔτε νῦν οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε τὴν περὶ αὐτὸν ὀρθὴν δόξαν καὶ ἀδιάστροφον ἐν καρδίᾳ ἐφυλάξατε καὶ διὰ τοῦτο οὐδὲ τοὺς πάλαι περὶ τοῦ υἱοῦ προρρηθέντας χρησμοὺς ἔχετε μένοντας ἐν ὑμῖν οὔτε τὴν νῦν εἰρημένην τῷ πατρὶ μαρτυρίαν, ἀλλ' εἰ βούλοισθε, κἂν γοῦν ὀψέ ποτε, διαβλέψαι πρὸς τὴν ἀλήθειαν καὶ μαθεῖν, ὅτι πάλαι ταῦτα προκατήγγελται περὶ ἐμοῦ, ἐρευνᾶτε τὰς γραφάς· μὴ γὰρ κἀνταῦθα λέγων δοκῶ ὑμῖν ἀσύμφορα λέγειν, οὐχὶ καὶ ὑμῖν δοκεῖ ἐν αὐτοῖς ζωὴν εὑρίσκειν. 38 Jo 5, 41-42 Εἰ δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνεις, διὰ τί λέγεις ταῦτα; δι' ὑμᾶς φησιν, ἵνα ἐπιστραφῆτε καὶ σωθῆτε· θεωρῶ γὰρ ὑμᾶς παντάπασιν τῆς πρὸς τὸν θεὸν ἀγάπης ἀπανεστηκότας, ὅτι ἐμὲ τὸν ἐν τῷ ὀνόματι αὐτοῦ παραγεγονότα ἀπωθεῖσθε· πῶς γὰρ ἔνι λέγειν ἀγαπᾶν τὸν θεὸν καὶ πατέρα, τὸν δὲ ἐξ αὐτοῦ ἐληλυθότα ἀποπέμπεσθαι καὶ μισεῖν; 39 Jo 5, 43 Τοῦτ' ἔστιν οὐ τῇ ὀρθῇ κρίσει περὶ θεοῦ προσέχετε, ἀλλὰ ἅπερ ἂν ἀκρίτως ὑμῖν νομισθῇ, εἰς τοῦτο φέρεσθε συρρέοντες, δέον μὴ προλήψει ματαίᾳ δουλεύοντας τῆς περὶ θεὸν ὀρθῆς δόξης διαπίπτειν καὶ ἀποσφάλλεσθαι, ἀλλὰ ταύτην ἑδραίως ἐν ἑαυτοῖς λαβόντας καὶ ἔχοντας τὰς κενὰς ὑπολήψεις διωθεῖσθαι καὶ ἀποπέμπεσθαι. 40 Jo 5, 44 ∆όξαν παρ' ἀλλήλων λαμβάνοντες ἀντὶ τοῦ ἀρέσκειν ἀλλήλους ζητοῦντες. 41 Jo 6, 6 Πειράζων ἐκεῖνον, οὐχ ὥστε αὐτὸς μαθεῖν· αὐτὸς γὰρ ᾔδει αὐτὸν ἀκριβῶς ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ἀλλ' ὥστε τὸν Φίλιππον