Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσιν, ἀλλ' εἰσὶν οἳ καὶ πλημμελοῦσιν, δείκνυσιν οὐδ' αὐτοὺς ἐσομένους ἀτιμωρήτους· εἰ γὰρ καὶ μὴ νόμον ἔχουσι, φησί, τὸν κατηγοροῦντα, ἀλλὰ καὶ οὗτοι δίκας ὑφέξουσι μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατη γορούντων. τὸ δὲ ἢ καὶ ἀπολογουμένων πίστωσίς ἐστιν ἐκ τοῦ ἐναντίου ἐπαγομένη, ὡσανεὶ ἔλεγεν ὅτι, ὥσπερ ἀπολογουμένων τῶν λογισμῶν ἀθῴωσις ἀκολουθεῖ τοῦ νόμου χωρίς, οὕτω κατηγορούντων πάλιν χωρὶς τοῦ νόμου ἡ κατάκρισις ἕπεται. πότε δὲ ταῦτα; ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Rο+m2,18-21 Μορφοῦται τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας ὁ εἰδὼς αὐτὸν καὶ πολιτευόμενος κατ' αὐτόν· τέθεικε γὰρ τὸ μὲν μόρφωσιν γνώσεως ἐπὶ τοῦ εἰδέναι, τὸ δὲ μόρφωσιν ἀληθείας ἐπὶ τοῦ πράττειν· ἐκεῖνος γὰρ ἀληθῆ τὴν ἐν τῷ νόμῳ γνῶσιν δεικνύει, ὁ διὰ τῶν ἔργων πληρῶν αὐτήν, ἐκεῖνος πιστήν. σὺ δέ, φησί, πέποιθας μὲν σεαυτὸν εἶναι παιδευτὴν καὶ ὁδηγὸν καὶ διδάσκαλον, οὐχ ἁπλῶς, ἀλλ' ἔχοντα τὴν μόρφωσιν τῆς ἐν τῷ νόμῳ γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας· οὕτως δὲ πολιτεύῃ ὡς μηδὲ διδασκαλίας νομικῆς πώποτε ἀκούσας. ὁ οὖν τὴν μόρφωσιν πεποιθὼς ἔχειν τῆς γνώσεως καὶ τῆς ἀληθείας, ὁ τῶν ἀφρόνων παιδευτὴς εἶναι πεποιθώς, ὁ ὁδηγός, ὁ διδάσκαλος εἶναι πεποιθώς, πρῶτον σεαυτὸν δίδαξον· διδάξεις δέ, ὅτε ἐπὶ τοῖς ἔργοις δείξεις ἀληθεύουσαν τὴν διδασκαλίαν. Rο+m2,22-26 Ὁ βδελυσσόμενος, φησί, τὰ εἴδωλα ἱεροσυλεῖς; εἰ γάρ τις βδελύσσεται τὰ εἴδωλα, ὡς τῶν οἰκείων ἐθῶν καὶ νομίμων καὶ ἱερῶν ἀκριβὴς φύλαξ, ἔπειτα τὰ οἰκεῖα ἱερὰ ἀποσυλᾷ, πόσης οὗτος οὐκ ἔστιν ἄξιος τιμωρίας; δι' ὧν μὲν προσποιεῖται ἀποστρέφεσθαι τὰ εἴδωλα, τιμᾶν καὶ περιπτύσσεσθαι δοκῶν τὴν ἰδίαν λατρείαν καὶ τὰ περὶ αὐτὴν ἱερά, δι' ὧν δὲ τολμηρὰν καὶ κλέπτουσαν χεῖρα ἐπαφίησιν αὐτοῖς, μᾶλλον τῶν εἰδώλων ἐξυβρίζων καὶ εἰς τὸ μηδὲν ἡγούμενος αὐτά, παραπλήσιός ἐστιν οὗτος ὡς ἀληθῶς τῷ λέγοντι μὲν ἑτέροις μὴ δεῖ κλέπτειν, πράττοντι δὲ τὰ τῶν κλεπτόντων· ὥσπερ γὰρ ἐκεῖνος ἐναντία τοῖς λόγοις διὰ τῶν ἔργων πράττων ἐπιδείκνυται, οὕτω καὶ οὗτος 483 ἐναντία τοῦ βδελύσσεσθαι τὰ εἴδωλα δι' ὧν ἱεροσυλεῖ διαπράττεται, διὰ τῆς εἰς τὰ ἱερὰ κλοπῆς καὶ ὕβρεως θεραπεύων τοὺς δαίμονας ὧν ἦσαν τὰ εἴδωλα οἰκητήρια. Ἐπεὶ οὖν σημεῖόν ἐστιν ἡ περιτομὴ παθῶν ἐκκοπῆς, εἴ τις οὐκ ἐκκέκοπται τὰ πάθη, δηλονότι ἀκρόβυστός ἐστι, κἂν τὸ σημεῖον ἐπὶ τοῦ σώματος φέρῃ· τοὐναντίον γὰρ οὐ μόνον οὐδὲν ὠφελεῖται οὗτος ἀλλὰ καὶ πλέον βλάπτεται, ψευδόμενός τε κατὰ τῆς ἀληθοῦς περιτομῆς ἧς ἦν σύμβολον ἡ κατὰ σάρκα, καὶ αὐτὴν ταύτην ὑβρίζων ὡς ἄχρηστον ποιῶν καὶ μηδὲν σημαίνουσαν ὧν ἐδόθη σημεῖον εἶναι. εἰ δέ τις ἐκκέκοπται τὰ πάθη, κἂν τὸ σημεῖον οὐκ ἐντετύπωται τῇ σαρκί, οὐδὲν ἧττον περιτέτμηται τὴν ἀληθινὴν περιτομήν, εἰ μὴ καὶ μᾶλλον ὅσῳ μηδὲ δεηθεὶς τῆς αἰσθητῆς, ἥτις χάριν παρελαμβάνετο μνήμης καὶ συμβόλου. Ἡ περιτομή σου ἀκροβυστία γέγονεν, τοῦτ' ἔστι βδελυκτὸν κατὰ τὸν ἐκείνων νοῦν· βδελυκτὸν γὰρ ἐκεῖνοι τὸν ἀκρόβυστον ἡγοῦντο. ἐὰν οὖν, φησίν, οὐ φυλάττῃς οὐδὲ πράττῃς τὰ τοῦ νόμου, ἡ περιτομή σου ὅπερ ἦν θεάρεστον, γέγονε βδελυκτὸν καὶ ἀπόβλητον. ἐὰν δὲ ὁ ἀκρόβυστος τὰ δικαιώματα φυλάττῃ τοῦ νόμου, ἡ ἀκροβυστία αὐτοῦ ὅπερ ἦν βδελυκτόν, θεάρεστον καὶ θεοφιλὲς λογισθήσεται αὐτῷ τῷ νομοθέτῃ καὶ δημιουργῷ, καὶ τοσοῦτον θεάρεστον καὶ ἀπόδεκτον ὅσον καὶ σὲ διὰ τοῦ αὐτοῦ ἐλέγχεσθαι καὶ κατακρίνεσθαι. σκόπει δὲ πῶς σοφῶς καὶ δριμέως φησίν· ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, καὶ οὐκ εἶπε τὸν νόμον φυλάττῃ, ἵνα γὰρ μὴ εἴπῃ ὁ Ἰουδαῖος· καὶ πῶς ἔνι τὸν ἀκρόβυστον φυλάττειν τὸν νόμον αὐτῷ τούτῳ παραβαίνοντα, τῷ ἀκρόβυστον εἶναι ἵνα οὖν μηδ' ἐν τούτῳ δῷ αὐτοῖς λαβήν, οὐχ οὕτως φησὶν ἀλλὰ τὰ δικαιώματα τοῦ νόμου. καὶ ἐπὶ μὲν αὐτῶν ἐκείνων τὸν νόμον φησίν, ἐπὶ δὲ τῶν ἀκροβύστων τὰ δικαιώματα τοῦ νόμου. οὐ πάντα, φησί, τὸν