8
σχήματος πεποίηνται δύο, ἡ μὲν ὀρθὴ πρὸς ἀνίσχοντά τε καὶ δύοντα τὸν ἥλιον οὖσα, ἐγκαρσία δὲ ἡ ἑτέρα πρός τε ἄρκτον τετραμμένη καὶ ἄνε1.4.12 μον νότον. τοίχοις μὲν ἐκ περιφεροῦς ἀποπεφραγμέναι τὰ ἔξωθεν, ἐντὸς δὲ περιβαλλόμεναι κίοσιν ἄνω τε καὶ κάτω ἑστῶσι· κατὰ δὲ ταῖν δυοῖν εὐθείαιν τὸ ζεῦγμα, εἴη δ' ἂν κατὰ μέσον αὐταῖν μάλιστα, τοῖς οὐκ ὀργιάζουσιν ἄβατος τετέλεσται χῶρος, ὅνπερ ἱερατεῖον, ὡς τὸ 1.4.13 εἰκός, ὀνομάζουσι. καὶ αὐτοῦ αἱ μὲν ἐφ' ἑκάτερα πλευραὶ τῆς ἐν τῷ ἐγκαρσίῳ κειμένης εὐθείας ἴσαι ἀλλήλαις τυγχάνουσιν οὖσαι, τῆς μέντοι ὀρθῆς ἡ πρὸς δύοντα ἥλιον ἐς τόσον τῆς ἑτέρας πεποίηται μείζων ὅσον ἀπεργάσασθαι 1.4.14 τὸ τοῦ σταυροῦ σχῆμα. τῆς δὲ ὀροφῆς τὰ μὲν τοῦ ἱερατείου καλουμένου καθύπερθεν τῷ τῆς Σοφίας ἱερῷ κατά γε τὰ μέσα ἐμφερῆ εἴργασται, πλήν γε δὴ ὅτι ταῦτα ἐκεί1.4.15 νων ἐλασσοῦσθαι μεγέθει συμβαίνει. αἵ τε γὰρ ἀψῖδες τέσσαρες οὖσαι κατὰ τὸν αὐτὸν ᾐώρηνταί τε καὶ συνδέονται ἀλλήλαις τρόπον καὶ τὸ κυκλοτερὲς ὑπερανεστηκὸς κατὰ τὰς θυρίδας διῄρηται, τό τε σφαιροειδὲς ἐπικυρτούμενον ὕπερθεν μετεωρίζεσθαί που δοκεῖ καὶ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, καίπερ ἀσφαλείας εὖ 1.4.16 ἔχον. τὸ μὲν οὖν τῆς ὀροφῆς μέσον τῇδε πεποίηται· κατὰ δὲ τὰς πλευρὰς τέσσαρας οὔσας, ᾗπέρ μοι εἴρηται, κατὰ ταὐτὰ τῷ μέσῳ τὸ μέγεθος εἴργασται, τούτου δὴ μόνου ἐνδέοντος, ὅτι δὴ τοῦ σφαιρικοῦ ἔνερθεν οὐ διῄρηται ἡ 1.4.17 οἰκοδομία θυρίσιν. ἐπειδὴ δὲ αὐτῷ τὸ ἁγίστευμα τοῦτο ἐξείργαστο, καταφανεῖς οἱ ἀπόστολοι πεποίηνται πᾶσιν ὡς γεγήθασί τε τῇ τοῦ βασιλέως τιμῇ καὶ κατακόρως ἐνα1.4.18 βρύνονται. σώματα γοῦν τῶν ἀποστόλων Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου ἄδηλά τε καὶ ὅλως κρυφαῖα τὰ πρότερα ὄντα τηνικάδε πᾶσιν ἔνδηλα γέγονεν, οὐκ ἀπαξιούντων, οἶμαι, τὴν βασιλέως πίστιν, ἀλλ' ἐπιχωρούντων αὐτῷ διαρρήδην ὁρῶντί τε αὐτοὺς καὶ προσιόντι καὶ ἁπτομένῳ τῆς ἐνθένδε ὠφελείας τε καὶ περὶ τὸν βίον ἀσφαλείας ἀπόνασθαι. ἐγνώσθη δὲ ὧδε. 1.4.19 Κωνστάντιος μὲν βασιλεὺς τοῦτον δὴ τὸν νεὼν ἔς τε τὴν τιμὴν καὶ τὸ ὄνομα τῶν ἀποστόλων ἐδείματο, τὰς θήκας γενέσθαι αὑτῷ τε καὶ τοῖς ἐς τὸ ἔπειτα βασιλεύσουσιν ἐνταῦθα τάξας, οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν οὐδέν τι ἧσσον· ὅπερ καὶ διασώζεται ἐς τόνδε τὸν χρόνον· οὗ δὴ καὶ Κωνσταντίνου τοῦ πατρὸς τὸν 1.4.20 νεκρὸν ἔθετο. ἀποστόλων δὲ σώματα ἐνταῦθα εἶναι ὡς ἥκιστά πη ἐπεσημήνατο, οὐδέ τις ἐνταῦθα ἐφαίνετο χῶ1.4.21 ρος σώμασιν ἁγίοις ἀνεῖσθαι δοκῶν. ἀλλὰ νῦν Ἰουστινιανοῦ βασιλέως ἀνοικοδομουμένου τὸ ἱερὸν τοῦτο, οἱ μὲν λιθουργοὶ τὸ ἔδαφος διώρυσσον ὅλον, τοῦ μή τι ἄκοσμον τῇδε λελεῖφθαι· θήκας δὲ ξυλίνας ἐνταῦθά πη ἀπημελημένας τεθέανται τρεῖς, γράμμασιν ἐγκειμένοις σφίσι δηλούσας, ὡς Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμο1.4.22 θέου τῶν ἀποστόλων σώματα εἶεν· ἅπερ ἀσμενέστατα βασιλεύς τε αὐτὸς καὶ Χριστιανοὶ ξύμπαντες εἶδον, πομπήν τε αὐτοῖς καὶ πανήγυριν ἐπιτετελεκότες, τῇ τε περὶ αὐτοὺς τιμῇ ἐξοσιωσάμενοι τὰ εἰωθότα καὶ περιστείλαντες τὰς θήκας αὖθις τῇ γῇ ἔκρυψαν, οὐκ ἄσημον οὐδὲ ἀγείτονα λιπόντες τὸν χῶρον, ἀλλὰ σώμασιν ἀπο1.4.23 στόλων ἀνειμένον καταστησάμενοι ξὺν εὐσεβείᾳ. εὔδηλον δὲ ὡς ἀμειβόμενοι, ὅπερ μοι εἴρηται, οἱ ἀπόστολοι οἵδε τὴν ἐς αὐτοὺς βασιλέως τιμὴν πεφήνασι τοῖς ἀν1.4.24 θρώποις τανῦν. βασιλέως γὰρ εὐσεβοῦντος οὐδὲ ἀποφοιτᾷ τῶν ἀνθρωπείων τὰ θεῖα πραγμάτων, ἀλλ' ἐπιμίγνυσθαί τε καὶ ἐμφιλοχωρεῖν τῇ ἐς τοὺς ἀνθρώπους ὁμιλίᾳ φιλεῖ. 1.4.25 Τίς δ' ἂν τὸν Ἀκακίου σιωπῴη νεών; ὅνπερ καταπεπονηκότα περιελὼν ἐξ αὐτῶν θεμελίων ἀνέστησε, μέγεθος περιβεβλημένον θαυμάσιον ἡλίκον· ὃς κίοσι μὲν ἐπῆρται πανταχόθι λευκοῖς ὑπεράγαν, λίθῳ δὲ τὰ ἐδάφη παραπλησίῳ ἠμφίεσται, ὧνπερ ἀπαστράπτει τοσοῦτον ἡ αἴγλη ὥστε καὶ δόξαν παρέχεσθαι ὅτι δὴ χιόσιν ὁ νεὼς 1.4.26 ἅπας κατάρρυτός ἐστι. στοαὶ δὲ αὐτοῦ προβέβληνται δύο, περίστυλος μὲν ἁτέρα οὖσα, ἡ δὲ πρὸς ἀγορὰν νε1.4.27 νευκυῖα. μικροῦ με τὸ μαρτύριον ἐκεῖνο παρῆλθεν εἰπεῖν, ὃ Πλάτωνι ἀνεῖται ἁγίῳ, ἱεροπρεπές τε ὡς ἀληθῶς ὂν καὶ σεμνὸν