θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χριστοῦ. Ἀληθῶς γὰρ, ἀδελφοὶ, δικαίως προέλαμψε τοῦ πάθους τοῦ Χριστοῦ τὰ πάθη τῶν ἁγίων. Προέλαμψαν γὰρ, ὥσπερ ἀστραπαὶ, τὰ πάθη τῶν δικαίων, ἵνα μετὰ ταῦτα φανῇ ὁ Χριστὸς, ὥς φησιν ὁ Παῦλος, ὁ πᾶσι συμπάσχων, καὶ πᾶσι συνδοξαζόμενος. Εὐχαῖς οὖν καὶ πρεσβείαις τῶν ἁγίων Πατέρων, καὶ τοῖς εἰρημένοις στοιχήσαντες, καὶ τὰ λειπόμενα προσδοκήσαντες, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος γʹ. αʹ Φέρε, καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως, καὶ ὑμεῖς τῆς ἀκροάσεως· καὶ πάντες γινώμεθα τῆς ἑσπερινῆς ἀκολουθίας τοῦ Ἰὼβ, καὶ μετὰ πίστεως τῷ λόγῳ τῆς ὑπομονῆς ἑαυτοὺς παραστήσωμεν. Ἄτοπον γὰρ τὸν μὲν Ἰὼβ ἐπὶ κοπρίας καθήμενον μὴ ναρκῆσαι πρὸς τὴν εὐσέβειαν, ἡμᾶς δὲ ἐν ἐκκλησίᾳ χορεύοντας, ὀκνεῖν πρὸς τὴν ἀλήθειαν· καὶ τὸν μὲν μυρίοις ὀδυρμοῖς περιηχούμενον τῆς ἑαυτοῦ συμφορᾶς, μὴ κατακλασθῆναι τὴν ψυχήν· ἡμᾶς δὲ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καὶ θείαις Γραφαῖς περιᾳδομένους προδιδόναι ῥᾳθυμίᾳ τὴν προθυμίαν. Ἰὼβ ὑπὸ σκωλήκων διεσθιόμενος τὸ σῶμα, ἄτρωτον διεφύλαττε τὴν ψυχὴν πρὸς εὐσέβειαν· ἐκεῖνον σκώληκες οὐκ ἐνίκησαν, καὶ ἡμᾶς ἱδρῶτες καταπαλαίσουσι; Γενώμεθα καὶ ἡμεῖς ἄνθρωποι, ἄνθρωποι κατὰ τὸν ὅρον τὸν προαποδεδομένον. Τὸν γὰρ ἄνθρωπον χαρακτηρίζει τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ ἀληθινὸν, τὸ θεοσεβές. Καὶ ὥσπερ ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν τις τὸν ἑαυτοῦ οἰκέτην ἢ τὸν υἱὸν ἐπὶ πρᾶξίν τινα ἀποστέλλῃ, παρακελεύεται, λέγων· Ὡς ἄνθρωπος ἅψαι τῆσδε τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτω κἂν πάντες λέγωνται ἄνθρωποι, μόνος ἐκεῖνος ἀληθὴς ἄνθρωπος, ὁ τὴν εἰκόνα σώζων, καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανίζων. Εἶπεν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς κοινῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς. Εἶπεν αὐτὸν ἀπὸ τῆς χώρας τῆς Αὐσίτιδος, ἵνα ἀπὸ τῆς χώρας τῆς κομώσης τὴν ἀσέβειαν, τὸν καρπὸν ἀνυμνήσῃς. Εἶπεν αὐτοῦ τὰ κτήματα, ἵνα θαυμάσῃς τὰ πλεονεκτήματα. Εἶπεν αὐτοῦ τὸν πλοῦτον, οὐχ ἵνα τὴν περιουσίαν ἐπαινέσῃς, ἀλλ' ἵνα γεγυμνωμένον αὐτὸν θαυμάσῃς. Πάντων γὰρ ἀπεδύθη, καὶ τὴν εὐσέβειαν οὐκ ἀπεδύετο, ἀλλ' ἦν ὥσπερ τις πόλις πολιορκουμένη, πάντων μὲν τῶν ἔξωθεν γεγυμνωμένη, μόνῳ δὲ τῷ τείχει 56.571 φυλαττομένη. Ἐγυμνώθη τέκνων, καὶ τοὺς καρποὺς τῆς εὐσεβείας οὐκ ἀπώλεσεν. Εἶχε γὰρ τέκνα τοὺς τρόπους τῆς εὐσεβείας· εἶχε θυγατέρας τὰς ἀρετάς. Τρεῖς αὐτῷ θυγατέρες κατὰ σάρκα, καὶ τρεῖς αὐτῷ ἀρεταὶ κατὰ πνεῦμα, καθώς φησιν ὁ Παῦλος· Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. Ἐγυμνώθη πάντων, καὶ τὸν δημιουργὸν τῆς φύσεως οὐκ ἠρνήσατο· ᾔδει γὰρ ὅτι τέκνα παραμυθία διαδοχῆς, ὁ δὲ Θεὸς γεωργὸς τῆς ῥίζης. Οὐκ ἐδυσχέραινε, τοὺς καρποὺς ὁρῶν ἀποβαλλομένους· ᾔδει γὰρ ὅτι μένει εἰς τὸν αἰῶνα ὁ γεωργὸς τῆς ῥίζης. Ἐγυμνώθη τῶν προβάτων, καὶ αὐτὸς ἦν πρόβατον ὑπὸ Θεοῦ φυλαττόμενον· ἐγυμνώθη τῶν βοῶν, καὶ τὰ μὲν ζεύγη τῶν βοῶν περιῃρεῖτο, τὸ δὲ ζεῦγος τῆς ψυχῆς καὶ τοῦ σώματος οὐ διετέμνετο, ἀλλ' ὁμοῦ συμφωνήσασα ἡ σὰρξ καὶ ἡ ψυχὴ πρὸς εὐσέβειαν εἷλκε τὸ ἄροτρον. Τρόπον δὲ τῆς ὑπομονῆς ἐδέχετο τοὺς καρποὺς τῆς ἀρετῆς, ἵνα πλεονάσῃ τοὺς καρποὺς τῆς ὑπομονῆς. Ἦσαν οὖν αὐτῷ κάμηλοι τρισχίλιαι, ὄνοι νομάδες πεντακόσιαι. Ἐγὼ νομίζω, ὅτι μικρὰ ἐκέκτητο, ἅπερ ἐκέκτητο. Εἰ γὰρ ἑκάστῳ πτωχῷ ἐχορήγει, καθὼς αὐτὸς λέγει, Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, μικρὰ ἂν ἦν ἡ ὕπαρξις πρὸς τὴν πρόθεσιν· πλείων ἦν ἡ χορηγία τῆς φιλοξενίας παρὰ τὴν περιουσίαν τῆς εἰσόδου. Πτωχὸς ἦν Ἰὼβ, οὐκ ἐπαρκῶν τῇ προθυμίᾳ· καὶ πλούσιος μὲν ὑπῆρχε τῇ κτήσει, πτωχὸς δὲ πρὸς τὴν δύναμιν τῆς προαιρέσεως. Ἦν δὲ αὐτῷ, φησὶ, καὶ ἔργα μεγάλα ἐπὶ τῆς γῆς. Ποῖα δὲ ταῦτα; Φιλοπτωχία καὶ φιλοξενία, ἄκρα ταπείνωσις, ἐλεημοσύνη ἀνυπέρβλητος, καὶ ὅσα εἰς ἀρετὴν συντελεῖ. Ἀλλ' ὁ μὲν οὕτως ἐκόμα, οὐ