1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

Μεσοποταμίαν ἀπεσταλμένος, οὐ μὴν διὰ τοῦτο ἐλάττων ἐστὶ τοῦ ἀποστείλαντος κατὰ τὸν λόγον τῆς φύσεως· ὡσ αύτως δὲ καὶ Ἰωσὴφ ἀπεστάλη μὲν ὑπὸ τοῦ Ἰακὼβ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ οὐδεὶς ἂν φαίη τῆς τοῦ πατρὸς φύσεως μὴ μετέχειν, ἐπειδὴ τῷ πατρὶ πειθόμενος τὴν ἀποστολὴν κατεδέξατο. Ἀλλά φασιν ἴσως· Εἰ μὴ κατὰ τὸν λόγον τῆς φύ σεως μείζους ἐνταῦθα τῶν ἀποσταλέντων οἱ ἀποστεί λαντες, κατὰ τὸ πατρικὸν γοῦν ἀξίωμα ἔχουσι τῆς τιμῆς τὰ πρεσβεῖα. Ἀλλ' εὑρίσκομεν, ὦ ἀνόητοι, φαίην ἂν πρὸς αὐτοὺς, καὶ τοὺς μείζους ὑπὸ τῶν ἐλαττόνων ἀποσταλέντας, καὶ οὐχὶ διὰ τοῦτο τῆς οἰ κείας τιμῆς τοὺς ἀποσταλέντας γυμνώσομεν· ἀπ εστάλη γὰρ ὑπὸ τοῦ ∆αβὶδ Ἰωνάθας, ὁ τοῦ βασιλέως υἱὸς ὑπὸ τοῦ φυγάδος, ὁ τῷ πατρὶ συμβασιλεύων ὑπὸ τοῦ μηδὲ ἐν οἰκέτου τάξει φανῆναι τολμῶντος· ἐπειδὴ τοίνυν, ὁ μὲν ἀπέστειλεν, ὁ δὲ ἀπεστάλη, οὐκέτι μὲν ὁ πεμφθεὶς βασιλεὺς κατὰ τὸν ὑμέτερον λόγον, οὐκέτι δὲ ὁ ἀποστείλας φυγάς· ἀλλὰ μεταβέβηκε μὲν ἐπὶ τὸν ἀποστείλαντα ∆αβὶδ τὸ τοῦ πεμφθέντος ἀξίωμα· με ταβέβηκε δὲ ἐπὶ τὸν ἀποσταλέντα [ξοδ. ἀποστείλαντα] Ἰωνάθαν ἡ τοῦ πέμψαντος δυσκηρία· ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει. Καὶ τί δεῖ λέγειν τὰ ἀνθρώπινα; Εὑρίσκο μεν γὰρ Θεὸν ἀποσταλέντα, καὶ ἄνθρωπον ἀποστεί λαντα· ὁ γὰρ τῷ Ἰακὼβ συμπαλαίσας, φησίν· «Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος· πρὸς ὃν Ἰακὼβ ἔφη· Οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς· τί πρὸς ταῦτα λέγειν ἔχουσιν οἱ σοφοὶ τῆς πίστεως τε χνολόγοι; Ἄλλως δὲ καὶ ἐκ τῶν ∆εσποτικῶν εὑρήσο μεν ῥημάτων καὶ αὐτὸν τὸν πέμψαντα Πατέρα τῷ πεμφθέντι Υἱῷ συνόντα· «Μόνος γὰρ, φησὶν, οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ·» καὶ ἀλλαχοῦ· «Οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ μου·» καὶ ἑτέρωθεν· «Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.» Εἰ τοίνυν ἐν αὐτῷ, καὶ σὺν αὐτῷ ἦν ὁ πέμψας, ποῦ τοῦ πεμφθέντος ἡ εὐτέλεια; ὁ δὲ τὰ πάντα πληρῶν, ποῦ καὶ πόθεν ἀπεστάλη; ἡ γὰρ ἀποστολὴ, τόπου ἀλλαγὴν αἰνίττεται· εἰ δὲ τὰ πάντα Πατὴρ καὶ Υἱὸς περιέχει, οὔτε ὁ Πατὴρ ὡς πόῤῥω τυγχάνων ἐκείνων, 75.1169 πρὸς οὓς ἀπέστειλεν, ἔπεμψε τὸν Υἱὸν, οὔτε ὁ Υἱὸς ἐξ ἑτέρου εἰς ἕτερον μεταβέβηκε τόπον· οὐκοῦν λεί πεται νοεῖν τῆς ἀναληφθείσης ἀνθρωπότητος τὴν ἀπο στολὴν εἶναι. Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν τῶν ∆εσποτικῶν ῥημάτων ἀναδραμεῖν καιρός. «Ἐν τῷ νόμῳ, φησὶ, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· «εἶτα ἐπάγει, ὅτι «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πα τήρ.» Ἀποβλέψαντες τοίνυν τὴν εἰκόνα, νοήσωμεν τὸ ἀρχέτυπον· «∆ύο, φησὶν, ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν·» τῶν δὲ δύο ἀνθρώπων ἡ φύσις μία δηλονότι παρὰ πᾶσιν ἂν ὡμολόγηται· οὐκοῦν Πατρὸς καὶ Υἱοῦ ἡ οὐσία μία, μία [ιτα μία βις] ἐκ τῆς εἰκό νος νοηθήσεταί τε καὶ ὁμολογηθήσεται· ὥσπερ γὰρ ἐκεῖ δύο ἄνθρωποι, οὕτω καὶ ἐνταῦθα Θεὸς καὶ Θεὸς, Πατὴρ καὶ Υἱὸς, καὶ αὐτοῖς τοῖς ὀνόμασι δηλοῦντες τῆς φύσεως τὴν ταυτότητα· οὔτε γὰρ ὁ ἀληθῶς Θεὸς ἑτέρας ἂν εἴη φύσεως παρὰ τὸν ἀληθινῶς Θεόν· οὔτε ὁ Υἱὸς ἄλλος παρ' ἐκεῖνον, Θεοῦ ὑπάρχων Υἱός. Τούτων ἀκούσαντες οἱ Ἰουδαῖοι ἠρώτησαν αὐτόν· «Ποῦ ἔστιν ὁ Πατήρ σου;» Ἀπεκρίθη τοίνυν ὁ Ἰησοῦς· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.» Ὁρᾶτε πάλιν πῶς ἐντεῦθεν τὸ ὁμοούσιον δείκνυται· Εἰ ἐμὲ γὰρ, φησὶν, ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν· ἐκ δὲ τοῦ ἑτεροουσίου τὸ ἑτεροούσιον οὐ γνωρί ζεται· τὰ γὰρ ἀλλόφυλα καὶ ξένα, ἀλλήλων οὐκ εἰσὶ δηλωτικά· τὰ δὲ φύσεως κοινωνοῦντα, δι' ἀλλήλων γινώσκεται· δι' ἑνὸς μὲν ἀνθρώπου, πᾶσαν τῶν ἀν θρώπων τὴν φύσιν ἰδεῖν ἔστι· καὶ δι' ἑνὸς προβάτου τῶν προβάτων ἅπαν τὸ γένος· οὐ μὴν διὰ προβάτων τοὺς λέοντας, οὐδὲ διὰ λεόντων τὰ πρόβατα, οὐδ' ἀγ γέλους διὰ ἀνθρώπων, οὐδὲ διὰ ἀγγέλων ἀνθρώπους· ζῶον γὰρ ἕκαστον τῆς οἰκείας δηλωτικόν ἐστι φύσεως. Εἰ τοίνυν ὁ μονογενὴς Λόγος τοῦ Θεοῦ κτίσμα, καὶ ἐξ οὐκ ὄντων, καὶ ἐξ ἑτέρας τινὸς γεγένηται φύσεως, πῶς ἐν αὐτῷ τὸν Πατέρα δείκνυσι πιστευόμενος; εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ γινώσκεται, καὶ ὁ τὸν