8
γενομένην, ἐν σκιᾷ τινι καὶ κενώματι διάγειν· οἶκτον δὲ λαβόντα τὸν λεγόμενον Χριστὸν, ἀπεκταν θῆναι διὰ τοῦ Ὅρου καὶ Σταυροῦ καλουμένου, καὶ τὴν κατ' οὐσίαν αὐτῇ δοῦναι μορφήν· γνώσεως δὲ καταλιπεῖν ἔρημον, καὶ μετὰ ταῦτα εἰς ἑαυτὸν συστεῖλαι τὴν δύναμιν· αἴσθησιν δὲ λαβοῦσαν ἐκείνην τοῦ καταλαβόντος αὐτὴν φωτὸς, δραμεῖν μὲν εἰς ἐπι ζήτησιν τούτου, ὑπὸ δὲ τοῦ Ὅρου κωλυθῆναι προβῆναι, εἰρηκότος Ἰαώ· ἐντεῦθεν γάρ φασι καὶ τοῦτο γενέσθαι τὸ ὄνομα· εἶτα ἀλγήσασαν ὡς προ βῆναι κωλυθεῖσαν, λύπην καὶ φόβον καὶ ἀπορίαν 83.357 εἰσδέξασθαι· ἔπειτα προσγενέσθαι αὐτῇ καὶ ἐπιστρο φῆς ἐπιθυμίαν. Ἐκ τῶνδε τῶν παθῶν τόνδε συστῆ ναι τὸν κόσμον φασίν· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν ∆η μιουργὸν, καὶ τὰς ἁπάντων ψυχάς· ἐκ δὲ τῶν ἄλλων παθῶν τὰ λοιπά· ἐκ μὲν τῶν δακρύων αὐτῆς τὴν ὑγρὰν οὐσίαν, ἐκ δὲ τοῦ γέλωτος τὸ φῶς, ἐκ δὲ τῶν ἄλλων τὰ ἄλλα. Οὐκ ἄμοιρον γὰρ οἶμαι μέμψεως τὰ πάντα λέγειν ὅσα ἐκεῖνοι μυθολογοῦσιν. ∆εηθῆναι δὲ αὐτήν φασι τοῦ ἤδη αὐτὴν ἠλεηκότος Χριστοῦ, ὥστε αὐτῇ τοῦ φωτὸς μεταδοῦναι· τὸν δὲ δέξασθαι μὲν τὴν ἱκετείαν, μὴ μετελθεῖν δὲ, ἀλλὰ πέμψαι τὸν Ἰησοῦν, ὥστε ἐν αὐτῷ κτισθῆναι καὶ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ θρόνους καὶ κυριότητας, καὶ θεότητας, ὡς αὐτοὶ λέγουσιν. Ἀφίκετο οὖν σὺν τοῖς προβληθεῖσιν ἀγγέλοις, καὶ τῶν ἐπιγενομένων αὐτὴν ἐχώρισε παθημάτων, καὶ χωρίσας ταῦτα συνέπηξεν. Αὕτη δὲ χωρισθεῖσα τῶν παθημάτων, ἐπιθυμίαν τῶν ἀγγέλων ἐδέξατο, καὶ τέτοκε πνευματικὸν κύημα τοῖς ἀγγέλοις προσόμοιον, καὶ τοῦτο ἀνέδραμεν ἄνω. Ἐκ δὲ τῆς ἐπιστροφῆς τὴν ψυχικὴν οὐσίαν λέγουσι γενέσθαι, καὶ ἐκ ταύτης μορφωθῆναι τὸν Θεὸν, καὶ Πατέρα, καὶ Βασιλέα τῶν τὴν αὐτὴν αὐτῷ φύσιν ἐχουσῶν ψυχῶν, ἃ δεξιὰ καλοῦσι, καὶ τῶν τῆς ὕλης, ἅπερ ἀριστερὰ ὀνο μάζουσι. Πάντα γὰρ αὐτὸν τὰ ὁρώμενα ἰδιοποιῆσαί φασι. Καλοῦσι δὲ αὐτὸν καὶ Μητροπάτορα, καὶ Πατέρα, καὶ ∆ημιουργόν. Καὶ τί δεῖ πάντα καταλέ γειν τῆς μυθοποιίας τὸν λῆρον; τοῖς γὰρ δὴ εἰρη μένοις ὅλον τὸ πλάσμα προσέοικε. Τὸν ἐπιφανέντα Σωτῆρα λαβεῖν φησιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικὸν, ἀπὸ δὲ τοῦ ∆ημιουργοῦ τὸν ψυχικὸν ἐνδεδύ σθαι Χριστὸν, ἀπὸ δὲ τῆς Οἰκονομίας περιθέσθαι σῶμα ψυχικὴν ἔχον οὐσίαν, ἀῤῥήτῳ δὲ σοφίᾳ πε ποιημένον πρὸς τὸ ἁπτὸν καὶ ὁρατὸν γενέσθαι καὶ παθητόν. Ὑλικὸν δὲ οὐδ' ὁτιοῦν ἀνειληφέναι αὐτὸν λέγουσιν· οὐδὲν γὰρ τῶν ἐκ τῆς ὕλης ἐπιδέχεται σωτηρίαν. Φασὶ δὲ αὐτοὺς μὲν ἀπὸ μόνης τῆς γνώσεως σώζεσθαι· ἡμᾶς δὲ ἀπὸ πίστεως καὶ πράξεως ἀγαθῆς· αὐτοὺς δὲ μὴ χρῄζειν ἔργων, ἀρκούσης εἰς σωτηρίαν τῆς γνώσεως. Οὗ δὴ χάριν, οἱ τελειότατοι παρ' αὐτοῖς πᾶν ὁτιοῦν τοῖς θείοις νό μοις ἀπηγορευμένον πράττουσιν ἀδεῶς. Καὶ γὰρ Ἑλληνικὰς ἑορτὰς ἐπετέλουν, καὶ εἰδωλοθύτων μετελάμβανον, καὶ ταῖς φιληδονίαις δουλεύουσι, καὶ πᾶν ὁτιοῦν πονηρὸν ἀδιακρίτως τολμῶσιν. Ηʹ. -Περὶ Σεκούνδου καὶ ἄλλων. Ὁ δὲ Σεκοῦνδος, τὸν Βαλεντῖνον διαδεξάμενος, διχῆ τὴν Ὀγδοάδα διεῖλε, καὶ τὸ μὲν αὐτῆς ἐκάλεσε ∆εξιὸν, τὸ δὲ Εὐώνυμον· καὶ προστέθεικε Φῶς καὶ Σκό τος. Καὶ ἄλλοι δὲ μυρίοι ἐντεῦθεν ἀνεφύησαν αἱρέσεως ἀρχηγοὶ, Κοσσιανὸς, Θεόδοτος, Ἡρακλέων, Πτολε μαῖος, Μάρκος, διάφορα προσεπινοήσαντες δόγματα. Θʹ. -Περὶ Μάρκου τοῦ γόητος. Ὁ δὲ Μάρκος καὶ γοητείαν ἠσκήθη, καί τινα παράδοξα διὰ μαγγανείας ἐπιτελῶν, πολλοὺς τῶν εὐαλώτων ἠπάτησεν. Οὗτος μακρόν τινα πλασάμενος μῦθον, ἔφησεν αὐτῷ τοῦτο τὴν Σιγὴν εἰρηκέναι· καὶ οὐκ αἰσχύνεται Σιγὴν φλύαρον ἀποφήνας. Οὗτος καὶ τοῖς τέτταρσι καὶ εἴκοσι στοιχείοις τοὺς Αἰῶνας ἀπείκασε, καὶ τοὺς μὲν ἀφώνους,