8
πεπιστευκότας, οὐ τοὺς δώδεκα μόνον ἀποστόλους, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα μαθητὰς, καὶ τοὺς ἑκατὸν εἴκοσιν, ὧν συνηγμένων ὁ μακά ριος ἐδημηγόρησε Πέτρος, καὶ τοὺς πεντακοσίους, οἷς μετὰ τὴν ἀνάστασιν ὤφθη κατὰ ταὐτὸν κατὰ 80.881 τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ τοὺς τρισχι λίους, καὶ τοὺς πεντακισχιλίους οὓς ὁ τῶν ἀποστό λων κορυφαῖος δημηγορῶν ἐσαγήνευσε, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, "Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπι στευκότων Ἰουδαίων·" τούτους δὴ, καὶ πρὸς τούτοις τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐξ Ἰουδαίων πε πιστευκότας λαὸν ἅγιον ἀποφήνας, καὶ διὰ τούτων τὰ ἔθνη πάντα ζωγρήσας, πληροῖ τὴν προφητείαν τὴν λέγουσαν· "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ." Πληροῖ δὲ πρὸς ταύτῃ καὶ τὴν οἰκείαν πρόῤῥησιν, ἣν πρὸς Ἰουδαίους ἐποιήσατο λέγων, "Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν." Τοῦτο καὶ ἐν τῷ προκειμένῳ λέγει ψαλμῷ, "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ἀλλὰ γὰρ ἔπεισί μοι τὴν τῶν Ἰουδαίων ἀπιστίαν ὀδύρεσθαι, οἳ τῆς προφητείας ἀκούοντες τῶν τῆς γῆς περάτων ἀντικρὺς μεμνημέ νης, καὶ εἰδότες ὡς οὐδεὶς τῶν παρ' αὐτῶν βασι λέων τοσαύτην ἡγεμονίαν ἐκτήσατο, ἀλλὰ μόνος ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα βλαστήσας ∆εσπότης Χριστὸς, τυφλώττουσι τῆς διανοίας τὰ ὄμματα, καὶ τὴν προφητείαν τὴν λαλοῦσαν, "Ψηλαφοῦσιν, ὡς τυ φλοὶ τοῖχον, καὶ οὐχ ὡς ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι." Τούτου δὴ χάριν καὶ ἀπειλεῖ αὐτοῖς ὁ προφητικὸς λόγος. θʹ. "Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς." Τῇ Ῥωμαϊκῇ δηλονότι βασιλείᾳ, ἣν σίδηρον τροπικῶς, διὰ τὸ ἰσχυρόν τε καὶ ἀῤῥαγὲς, ἡ τοῦ ∆ανιὴλ προφητεία καλεῖ· καὶ συντρίψει αὐτοὺς πηλίνων δίκην σκευῶν. Ἐπειδὴ γὰρ αὐτὸν μόνον ἔχειν ἠρνήθησαν βασι λέα, μεγάλῃ δὲ κεχρημένοι βοῇ ἔλεγον, "Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα," ἐπέστησεν αὐτοῖς ὃν ᾔτησαν Καίσαρα, καὶ διὰ τῆς ἐκείνων στρατιᾶς τῆς ἀσεβείας ποινὴν εἰσεπράξατο. Εἰ δέ τις μὴ περὶ Ἰουδαίων, ἀλλὰ περὶ ἐθνῶν, ταῦτα νομίζει εἰρῆσθαι, οὕτω νοῆσαι προσήκει· ὅτι ποι μανεῖ τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ, τῇ ἰσχυρᾷ αὐτοῦ καὶ ἀῤῥαγεῖ βασιλείᾳ· καὶ συντρίψει αὐτοὺς, ὡς σκεύη κεραμέως, ἀναλύων καὶ ἀναπλάττων διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, καὶ τῷ πυρὶ τοῦ Πνεύ ματος στερεμνίους ἀπεργαζόμενος. Οὕτω ταῦτα προαγορεύσας ὁ μακάριος ∆αβὶδ, παραινεῖ λοιπὸν καὶ βασιλεῦσι καὶ ὑπηκόοις προσδραμεῖν τῷ Σωτῆρι. καὶ τοὺς σωτηρίους ἀσπάσασθαι νόμους, καὶ τῇ δι' ἐκείνων παιδείᾳ καὶ διδασκαλίᾳ τὴν ὠφέλειαν καρπώσασθαι· Φησὶ γάρ· 80.884 ιʹ. "Καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν." Πάντων γὰρ ἡμῶν βασι λεὺς, ὁ πάλαι δόξας μόνων Ἰουδαίων κρατεῖν. ιαʹ. "∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλ λιᾶσθε αὐτῷ ἐν τρόμῳ." Οὐ γὰρ δεῖ μόνῃ τῇ φιλ ανθρωπίᾳ θαῤῥῆσαι, ἀλλὰ καὶ τὴν ταύτῃ συνημ μένην δικαιοσύνην, ἀγαλλομένους ἐπὶ τῇ σωτηρίᾳ καὶ χαίροντας, δεδιέναι καὶ τρέμειν. "Ὁ γὰρ δο κῶν, φησὶν, ἑστάναι, βλεπέτω μὴ πέσῃ." [Ἐπειδ' ἂν γὰρ φοβηθέντες τὸν ∆εσπότην τὰ προσήκοντα διαπραξώμεθα, πλείστην ἐκ τῶν πραχθέντων ἡμῖν ἔχομεν τὴν εὐφροσύνην ἐγγινομένην, τοῦ συνειδότος ἀγαθοῦ μὲν τυγχάνοντος, μεγίστην δὲ ἡμῖν διὰ τού του τὴν χαρὰν παρεχομένου.] "Ἐν τρόμῳ" δὲ, τουτέστιν, ἐν κατανύξει· μήποτε ἡ τοῦ Θεοῦ χαρὰ εἰς τὴν τοῦ κόσμου μεταπέσῃ χαράν. ιβʹ. "∆ράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύ ριος, καὶ ἀπόλησθε ἐξ ὁδοῦ δικαίας." Οὐκ ἀρ κεῖ γὰρ μόνη τῆς θεογνωσίας ἡ κτῆσις εἰς τε λειότητα· ἀλλὰ χρὴ καὶ τὴν πρακτικὴν μετελθεῖν ἀρετήν· ἧς ἐπιλαμβανόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύσετε. ιγʹ. "Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ." Ἐν γὰρ τῷ τῆς κρίσεως καιρῷ, τῆς ὑμετέρας κακίας, οἷόν τινος ὕλης εὐπρήστου, καθάπερ πῦρ τὴν θείαν ἐκκαιούσης ὀργὴν, πόῤῥω που γενήσεσθε τῆς τῶν δικαίων ὁδοῦ, δίκας