8
ποίησον λεῖα καὶ τὰ τραχύνοντα καθομάλισον. καὶ γενοῦ τοῦ εἰρηνικοῦ ἡμῶν βίου βραβευτὴς καὶ τῆς ἡσυχίας συνασπιστής, ἵνα, εἰ καί τι ἡμῖν ἐστιν ἐν τούτῳ χρήσιμον, διαιτήσῃ δικαίως καὶ κατὰ λόγον.
5 {1Στεφάνῳ ἀδσηκρῆτις.}
1 Ἐν τῇ χθὲς ἡμέρᾳ, ἐπειδὴ τῆς εὐκλεοῦς σου παρουσίας ἐν μεθέξει
γεγόναμεν, μετά τινας ἄλλας ὁμιλίας, δι' ἃς καὶ ὁ τρόπος τῆς ἐνταῦθά σου ἀφίξεως, εἰς λόγους πως ἐληλύθαμεν γραφικῶν ζητημάτων καὶ ἐν ἀμφιβολίᾳ πολλῇ συσχεθέντες ἀπιθάνως πρὸς ταῦτα διέστημεν ἀπ' ἀλλήλων. καὶ ἡμεῖς μέν, ὦ δέσποτα, ἰδιωτίζοντες οὐ πάντως κατὰ τὴν παροῦσάν σου σοφίαν ὑπαντήσομεν· ἵνα δὲ μὴ τῇ ἐφησυχάσει τῶν ὀφειλομένων λαληθῆναι κρίμα ἑαυτοῖς ἀπενέγκοιμεν (ἐλεγμῷ γάρ, φησίν, ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν), ἄλλως τε ὅτι καὶ σοφὸν ἐλέγχοντες μᾶλλον ἀγαπηθησόμεθα, ἀναγκαῖον ᾠήθημεν προσφωνῆσαί σοι τὰ ἐπιβάλλοντα. ὁ κύριός μου, ἵνα συντόμως ἐρῶ, τὰς πολλὰς πεύσεις καὶ ἀντιρρήσεις ἐπισυστέλλων, ἔφης τά, ὡς οὐ χρὴ τὸν προεστῶτα εἴτουν ποιμενάρχην ἄτερ πίστεως ἐπὶ ταῖς ἄλλαις ἐντολαῖς τοῦ Κυρίου κατὰ ἄγνοιαν ἢ ἐθελοντὶ πράττοντά τι τῶν ἀπηγορευμένων πρός τινος ὑπομνήσκεσθαι, ἡμῶν λεγόντων ὅτι καὶ μάλα, ἀλλ' ὑπὸ τῶν προεχόντων ἐν γνώσει καὶ συνέσει παρὰ τοὺς ἄλλους. καὶ πρὸς τοῦτο ὁπόθεν καὶ οὐ παραστησόμεθά σοι τὸ τοῦ λόγου ἄτοπον; πρῶτον μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης. τί γάρ σοι δοκεῖ τὸ τοῦ ∆ανιήλ; ἆρα τοὺς πρεσβυτέρους, καίπερ ὢν οὐ τοῦ ἐννόμου καιροῦ τῆς εἰς τὸ λέγειν καὶ παρρησιάζεσθαι ἡλικίας, παρανομοῦντας πρὸς τὴν τῆς θείας Σωσάννης καταδίκην, ἐπῃνέθη οὐ μόνον ὑπομνήσκων, ἀλλὰ καὶ κατακρίνων, ναὶ ἢ οὔ; εἶτα οὐ δέχῃ τὸν Ἰωὰβ ἐν τῇ ἀπαριθμήσει τοῦ λαοῦ, ὄντος τοῦ δράματος εἰς παροργισμὸν θεοῦ, ἀντιβολοῦντα, ἐκλιπαροῦντα, ἀναπείθειν πειρώμενον τὸν θεῖον ∆αυὶδ μὴ τοῦτο δρᾶν; οἶσθα γὰρ τὴν ἱστορίαν. ἐμὲ δὲ δυσωπεῖ καὶ Ἰοθὸρ ὑπομνήσκων τὸν μέγαν Μωσῆν καὶ παρεγγυώμενος μὴ οὕτω διεξάγειν τὸν λαὸν καὶ οἱονεὶ στοιχειῶν καὶ πρὸς τὴν οἰκείαν βουλὴν μεταρρυθμίζων. καὶ τίς ὤν; ἀλλογενής, εἰ καὶ κηδεστής. καὶ τίνι φῶν; τῷ πάντα κατὰ ἀποκάλυψιν θεοῦ διαπραττομένῳ. Καὶ ταῦτα μὲν ἐπ' ὀλίγον, ἵνα μὴ μακρηγορήσωμεν. μετιτέον δὲ ἐπὶ τὴν νέαν. αἰδεσθῶμεν, εἰ βούλει, πανεύφημε, καὶ τὸ τοῦ τῆς οἰκουμένης διαπρυσίου κήρυκος ὑπαγόρευμα, τὸ ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω· οὐχ, ὡς ἀντιτείνει ἡ φιλότης σου, τοῦτο περὶ μόνης πίστεως. καὶ οἷον δή μοι παρέλαθεν μικροῦ δεῖν, ὁ μέγας κῆρυξ τῆς ἀληθείας Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην. ἐρωτῶ, ἀπόκριναί μοι. ἀλλ' ἀγχίθυρος ὁ πρὸς ἐμὲ οἶδ' ὅτι γέλως τοῦ ὅτι ἐν μέτρῳ τοῦ προφήτου ἰσοστατεῖ ἑαυτόν. ἀλλ' οὐχ οὕτως, ὦ βέλτιστε· ταῦτα δέ, φησίν, ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν. καὶ αὖθις ὁ Παῦλος· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. πῶς δὲ καὶ οἷόν τε ὀρθοδοξεῖν τὸν λοξοεργοῦντα, τοῦ θείου Ἰακώβου ἐνισταμένου, ἐκ τῶν ἔργων δείκνυσθαι τὴν πίστιν καὶ τοὺς περὶ τὸ ἓν σφαλλομένους μηδὲ τὸ θάτερον ἔχειν; Τοσούτων οὖν καὶ τηλικούτων ὄντων μαρτυριῶν οὐκ οἴομαι ἀντιφάσκειν τὴν εὐγένειάν σου· εἰ δὲ τοῦτο, ἀντεπεστελλέτω τῇ ἀσυφηλίᾳ ἡμῶν ἀναλύσεις μὲν ἐν λόγῳ τῶν προταθέντων, ἀντεξαγωγὰς δὲ διευκρινεστέρας τῶν συσκευασθησομένων σοι. εἴθε καὶ πάρεισιν· ἡμεῖς γε σιωπήσομεν καὶ συγγνώμην τῆς ἐνστάσεως, καίπερ ἐν ζήλῳ οὔσης, αἰτησόμεθα. τὸ γὰρ ἐπιτιμᾶν μόνον ῥᾷστον καὶ τοῦ βουλομένου παντός, ὡς ἀναγινώσκεις, τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην διὰ μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος. Πρὸς δὲ τὸ μὴ εἰς ἀμετρίαν ἐνεγκεῖν