1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

8

θυγατρὸς Ἐρκουλίου, γεννᾷ Κωνστάντιον, πατέρα Γάλλου καὶ Ἰουλιανοῦ τοῦ παραβάτου. Ἀναβαλλιανόν, τὸν καὶ Γάλλον ∆αλμάτιον, ἐξ οὗ ∆αλμάτιος ὁ νέος. Ἐκ δὲ Ἑλένης γεννᾷ Κωνσταντῖνον τὸν μέγαν καὶ μόνον. Ὁ δὲ μέγας Κωνσταντῖνος ἐκ Φαύστας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ Κρίσπον. Κωνσταντῖνον. Κωνστάντιον. Κώνσταντα. καὶ Ἑλένην, γαμετὴν Ἰουλιανοῦ τοῦ παραβάτου. Κωνσταντίαν, γαμετὴν Λικινίου. Κόσμου ἔτη εωιεʹ. Τῆς θείας σαρκώσεως ἔτη τιεʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ιθʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. καʹ. Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. κγʹ. Βυζαντίου ἐπίσκ. βʹ Ἀλέξανδρος ἔτη κγʹ. δʹ. Ἱεροσολύμων ἐπίσκ. λβʹ Μακάριος ἔτη κʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. θʹ. Τούτῳ τῷ ἔτει ἰδὼν Κωνσταντῖνος ὁ εὐσεβὴς Λικίνιον μανικώτερον τῷ διωγμῷ χρώμενον καὶ ἐπιβουλὴν κατὰ τοῦ εὐεργέτου 20 μελετῶντα ὁπλίζεται κατ' αὐτοῦ διά τε ξηρᾶς καὶ θαλάσσης· καὶ δὴ πολέμου δημοσίου κροτηθέντος κατὰ τὴν Βιθυνίαν, ζῶν συλλαμβάνεται ἐν Χρυσοπόλει καὶ εἰς τὰς χεῖρας Κωνσταντίνου παραδίδοται. ὁ δὲ τῇ συνήθει φιλανθρωπίᾳ χρησάμενος χαρίζεται αὐτῷ τὴν ζωὴν καὶ εἰς Θεσσαλονίκην τοῦτον ἐκπέμπει φρουρεῖσθαι. μετ' οὐ πολὺ δὲ βαρβάρους μισθωσάμενος νεωτερίζειν ἤμελλεν, εἰ μὴ προγνοὺς τοῦτο ὁ πρᾳότατος Κωνσταντῖνος διὰ ξίφους τοῦτον ἀποτμηθῆναι ἐκέλευσεν· καὶ οὕτω λοιπὸν τελείας ἀπήλαυσε γαλήνης τὰ πράγματα τῆς Χριστιανῶν πολιτείας, τῇ δυνάμει τοῦ ζωοποιοῦ σταυροῦ γεγονότων ἐκποδὼν τῶν τυράννων, καὶ μόνου κρατήσαντος τοῦ θεοσυνεργήτου Κωνσταντίνου τῆς τῶν Ῥωμαίων ἀρχῆς. καταστήσαντος οὖν τοὺς ἰδίους παῖδας καίσαρας ἀπήλαυσεν εἰρήνης. ἦν δὲ ἀνὴρ τὰ πάντα λαμπρός, δι' ἀνδρείαν ψυχῆς, δι' ὀξύτητα νοός, δι' εὐπαιδευσίαν λόγων, διὰ δικαιοσύνης ὀρθότητα, δι' εὐεργεσίας ἑτοιμότητα, διὰ ἀξιοπρέπειαν ὄψεως, διὰ τὴν ἐν πολέμοις ἀνδρείαν καὶ εὐτυχίαν, ἐν τοῖς βαρβαρικοῖς μέγας, ἐν τοῖς ἐμφυλίοις ἀήττητος, ἐν τῇ πίστει στερρὸς καὶ ἀσάλευτος. ὅθεν καὶ κατὰ πάντων τῶν πολεμίων ὑπηγάγετο τῇ εὐχῇ τὴν νίκην. διὸ καὶ κυριακὰ πρὸς ἐπιστροφὴν τῶν ἐθνῶν κατὰ τόπους εἰς τιμὴν τοῦ θεοῦ πεποίηκεν. Τῷ δ' αὐτῷ ἔτει καὶ Μαρτῖνος ἐσφάγη τυραννήσας μῆνας τρεῖς. καὶ Λικινιανός, ὁ υἱὸς Λικινίου, καῖσαρ ἀπεδύθη ὑπὸ Κωνσταντίνου. Τῷ δ' αὐτῷ ἔτει Ναρσῆς, ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως, κατέδραμε τὴν Μεσοποταμίαν καὶ λαμβάνει πόλιν Ἄμιδαν. τούτῳ Κωνστάντιος ὁ καῖσαρ, Κωνσταντίνου παῖς, πολεμεῖ καὶ πταίσας ὀλίγα τέλος οὕτω τῆς μάχης ἐκράτησεν, ὡς καὶ αὐτὸν ἀνελεῖν τὸν Ναρσῆν. 21 Κόσμου ἔτη εωιϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τιϛʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κβʹ. Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κδʹ. Βυζαντίου ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιηʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιʹ. Τούτῳ τῷ ἔτει εἰκοσαετηρὶς τῆς Κωνσταντίνου τοῦ Αὐγούστου βασιλείας ἐτελέσθη. καὶ ἐγένετο ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος τῶν τιηʹ πατέρων, ὧν οἱ πολλοὶ θαυματουργοί τε καὶ ἰσάγγελοι ὑπῆρχον, τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι φέροντες ἐκ τῶν προλαβόντων διωγμῶν. ἐν οἷς καὶ Παφνούτιος καὶ Σπυρίδων καὶ Μακάριος καὶ ὁ Νισιβηνὸς Ἰάκωβος, θαυματουργοὶ καὶ νεκροὺς ἀναστήσαντες καὶ πολλὰ παράδοξα ποιήσαντες. τῆς δὲ ἁγίας συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας γενομένης, ἐξῆρχον αὐτῆς Μακάριος ὁ Ἱεροσολύμων καὶ Ἀλέξανδρος Ἀλεξανδρείας, ὑπὲρ δὲ τοῦ Ῥώμης Βίτων καὶ Βικέντιος παρῆσαν. τῆς δὲ Ἀντιοχέων ἐκκλησίας χηρευούσης, ἡ σύνοδος Εὐστάθιον ἐκύρωσεν, τὸν ἐπίσκοπον Βεροίας τῆς Συρίας. Ἀλέξανδρος δέ, ὁ τοῦ Βυζαντίου, οὐ παρῆν ἐν τῇ συνόδῳ διὰ γῆρας βαθύτατον καὶ ἀσθένειαν σώματος· πρεσβύτεροι δὲ αὐτοῦ τὸν τόπον ἀνεπλήρωσαν. τότε καὶ Παῦλος ὁ Νεοκαισαρείας παρῆν τῇ συνόδῳ καὶ ἄλλο πλῆθος ἁγίων ἀνδρῶν