18 τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τῆς δυνάμεως ἀφείσης τὴν ὕλην τὸ λειπόμενον ὅπερ ἐστὶν ἡ ὕλη διαλυθὲν οἰχήσεται. πρῶτον μὲν γὰρ οὐχ ὁρῶσιν ὅτι τῶν ὄντων οὐδὲν οἷόν ἐστιν φθείρε σθαι εἰς τὸ μὴ ὄν, τὸ γὰρ μὴ ὂν οὐκ ἔστιν· διασκε δασθέντων δὲ τῶν σωμάτων καὶ μεταβολήν τινα σχόν των διάλυσις γίνεται, ὥστε τὸ μὲν εἰς γῆν ἀπελθεῖν τὸ δὲ εἰς ἀέρα τὸ δὲ εἰς ἄλλο τι. ἔπειτα δὲ οὐ μέμνηνται ὅτι κίνησιν ἄτακτον ὑποτίθενται εἶναι τὴν ὕλην. τὸ δὲ δι' αὑτὸ κινούμενον καὶ οὗ ἐστιν οὐσία ἡ κίνησις, ἀλλὰ μὴ κατὰ συμβεβηκὸς ὑπάρχει αὐτῷ, πῶς εὔλογον τῆς δυνάμεως ἀπελθούσης παύσασθαι τοῦ ὅπερ ἦν πρὶν καὶ τὴν δύναμιν εἰς αὐτὸ κατελ θεῖν; οὐχ ὁρῶσι δὲ τὸ παραλλάττον, ὅτι πᾶν μὲν σῶμα ψυχῆς ἄμοιρον ἀκίνητον ἔχει γὰρ καὶ τὰ φυτὰ τὴν φυτικὴν ψυχήν, τῆς δὲ ὕλης αὐτὴν τὴν οὐσίαν κίνησιν εἶναί φασιν, ἄτακτον μέντοι. κάλλιον δὲ ἦν, καθάπερ ἐπὶ λύρας ἀνάρμοστα μελῳδούσης ἡ ἁρμονία ἐλθοῦσα τὸ πᾶν ἡρμοσμένον ἀπειργάσατο, οὕτω δὲ μιχθεῖσαν τὴν θείαν δύναμιν τῇ ἀτάκτῳ κινήσει ὅπερ ἐστὶν κατ' αὐτοὺς ἡ ὕλη ἀντὶ τῆς ἐνούσης ἀκοσμίας κόσμον τινὰ αὐτῇ ἐπιτεθεικέναι καὶ ἀεὶ ἐπι θεῖναι τοῦ θείου χοροῦ ἐπάξιον. ἐπεὶ πῶς ποτε αὐτὸς ὁ Μανιχαῖος περὶ τούτων ἐγένετο ἱκανὸς διαλαβεῖν καὶ τῷ ποτε αὐτὰ ἀφηγήσατο; ὡς γὰρ μῖγμα γέγονεν καὶ αὐτὸς τῆς ὕλης καὶ τῆς ἐναποληφθείσης αὐτῇ δυνάμεως, συγχωροῦσιν. εἴτε οὖν ᾧ εἶχεν τῇ ἀτάκτῳ κινήσει ταῦτα ἔλεγεν, πῶς οὐ φαύλη ἡ δόξα; εἴτε τῇ θείᾳ δυνάμει, ἀμφίδοξον ἤδη τὸ δόγμα· τῷ μὲν ἀπὸ τῆς θείας δυνάμεως εἶναι, μέτοχον ἀληθείας, τῷ δὲ [ἀπὸ τῆς ἀτάκτου κινήσεως] τοῦ ἑτέρου μέρους μετέ χειν, μεθιστάμενον εἰς τὸ ψεῦδος.
19 εἰ δὲ εἴρητο ὡς ἡ θεία δύναμις τὴν ὕλην ἐκόσμησεν καὶ κοσμεῖ, μακρῷ ἂν ἦν σοφώτερον καὶ πρὸς ἀξιοπιστίαν τῶν Μανιχαίου λόγων συμβαλλόμενον μᾶλλον. Ἀλλὰ γὰρ «ἑτέραν δύναμιν κατέπεμψεν ὁ θεός». ἃ μὲν δὴ εἴρηται περὶ τῆς προτέρας δυνάμεως, κοινὰ καὶ περὶ ταύτης ἐστίν, καὶ ὅσα ἄτοπα ἕπεται τῷ λόγῳ τῷ περὶ τῆς πρώτης αὐτῶν δυνάμεως, ταῦτα καὶ νῦν ἔστι λέγειν. τὸ δὲ ἄλλο τίς <ἂν> ἀνάσχοιτο; διὰ τί γὰρ δὴ οὐ πάντα μίαν τινὰ δυναμένην δύναμιν κατέ πεμψεν ὁ θεός; ἢ ἀνθρώπου μὲν νοῦς οὕτως ἐστὶν πρὸς πάντα ποικίλος, ὥστε <ὁ> αὐτὸς μὲν εἶναι γεω μετρικός, ὁ αὐτὸς δὲ ἀστρονομικὸς καὶ τεκτονικὸς καὶ εἴ τι τοιοῦτον, θεῷ δὲ ἄρα ἦν ἄπορον εὑρεῖν τοιαύτην δύναμιν ἥτις αὐτῷ πρὸς πάντα ἦν ἱκανή, ἵνα μὴ πρώτης καὶ δευτέρας δέηται; διὰ τί δὲ ἡ μὲν δύναμίς ἐστιν δημιουργική, ἣ δὲ παθητικὴ μᾶλλον, ὡς καλῶς αὐτῇ ἔχειν πρὸς τὴν ὕλην κεράννυσθαι; οὐχ ὁρῶ γὰρ πάλιν ἐνταῦθα τὸ αἴτιον τῆς τάξεως τοῦ καλοῦ καὶ τῆς κατ' αὐτοῦ ὑπεροχῆς, εἰ κακὸν [ἦν] οὐκ ἦν ἐν τῷ τοῦ θεοῦ οἴκῳ. εἰ γὰρ μόνον καλὸν ὁ θεὸς καὶ μόνον κακὸν ἡ ὕλη, μέσα τὰ ἄλλα καὶ μεταξὺ ἀνάγκη φάναι. ἀλλὰ εὑρίσκεταί τις ποιητὴς διάφορος περὶ τὰ μέσα, ὅταν φῶσιν τὴν μὲν δημιουργικὴν αἰτίαν, τὴν δὲ μικτὴν πρὸς τὴν ὕλην. τάχα οὖν ἐστιν τὸ προηγού μενον καὶ ἀποπροηγησάμενον τοῦτο, ὃ καὶ οἱ νεώτεροι λέγουσιν ἐν τῷ περὶ τῶν ἀδιαφόρων λόγῳ. Τῆς δὲ δημιουργικῆς φασιν δυνάμεως ἐπιχειρησά σης τῇ κοσμοποιίᾳ ἀποκεκρίσθαι τῆς ὕλης τὸ μεῖναν ἐπὶ τῆς ἰδίας ἀρετῆς κἀν τῇ συμμίξει καὶ γεγονέναι ἥλιον καὶ σελήνην, τὸ δὲ μετρίας μετειληφὸς κακίας οὐρανὸν καὶ ἀστέρας, λοιπὸν δὲ τὰ ἄλλα ἐντὸς τούτων περιειλῆφθαι ὡς ἔτυχεν μίγματα ὄντα τῆς τε θείας δυνάμεως καὶ τῆς ὕλης.
20 ἐγὼ δὲ παρὰ πάντα ταῦτα θαυμάζω πῶς οὐκ αἰσθάνονται σωματικὴν ποιοῦντες τὴν θείαν δύναμιν καὶ τέμνοντες καθάπερ τὰ μέρη. διὰ τί γὰρ οὐχ ὕλη καὶ
9