διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γένος, οἵτινές εἰσι χριστιανίζοντες, καὶ καταγγέλ λοντες Ἰησοῦν Χριστὸν βασιλέα αἰώνιον, μέλλοντα καταλύειν πάσας τὰς ὑπὸ τὸν οὐρανὸν δυνάμεις, καὶ μόνος μέλλει βασιλεύειν. Θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐπὶ τούτῳ, ἐκέλευσε μὴ ζῇν Χριστιανούς· ἀποστεί λας δὲ εἰς Ἱεροσόλυμα, τοὺς ἐγγόνους Ἰούδα, τοῦ ἀδελφοῦ τοῦ Κυρίου, ἐπὶ τὴν Ῥώμην ἀπήγαγεν, καὶ ἐπηρώτησεν αὐτοὺς περὶ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ βασιλείας. Οἱ δὲ ἀπεκρίναντο μὴ εἶναι τὴν βασιλείαν αὐτοῦ ἐπίγειον, ἀλλ' ἐπουράνιον, μέλλειν δὲ ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἔρχεσθαι μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταῦτα ἀκούσας ὁ Καῖσαρ, καὶ ἔμφοβος γενόμενος, ἀπέλυσεν αὐτοὺς, καὶ τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἐκώλυσεν. Ἀπέθανε δὲ ∆ομετιανὸς βασιλεύσας ἔτη δεκαπέντε, καὶ Νερουᾶς ἐβασίλευσεν ἀντ' αὐτοῦ ἔτος ἕν. Ἀπ έθανε δὲ Νερουᾶς, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Τρα ϊανὸς ἔτη εἴκοσιν. Οὗτος διωγμὸν ἐπὶ πολὺ κατὰ Χριστιανῶν κινήσας, μάρτυρας παμπόλλους ἐφόνευ σεν, ὥστε τοὺς ἄρχοντας τῶν ἐθνῶν ἀποκακίσαντας τῷ πλήθει τῶν μαρτυρούντων ἀναγαγεῖν τῷ αὐτο κράτορι, μαρτυροῦντας τῇ τῶν Χριστιανῶν ἐλευθε ρίᾳ, ὅτι πάντα κατὰ νόμους τοὺς πρέποντας δια πράττουσι, Χριστὸν δὲ μόνον Θεὸν ὁμολογοῦσι. Ταῦτα ἀκούσας ὁ αὐτοκράτωρ ἔπαυσε τὸν διωγμόν. Ἐμαρτύρησε δὲ ἐπ' αὐτοῦ ἐν Ῥώμῃ Ἰγνάτιος ὁ ἐπίσκοπος Ἀντιοχείας, καὶ Σιμεὼν ὁ τοῦ Κλεόπα, ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος, σταυρωθεὶς, ὢν ἐτῶν ἑκα τὸν καὶ εἴκοσιν, ἐπὶ Ἀττικοῦ τινος ὑπατικοῦ. Κατ' ἐκεῖνον τὸν καιρὸν Ἰουδαῖοι τῇ σφῶν μανίᾳ χρώμενοι ἐτόλμησαν βασιλέα ἑαυτῶν στῆσαι, ἐφ' ᾧ κινηθεὶς ὁ αὐτοκράτωρ ἀπέστειλεν ἄρχοντας στιβαροὺς ἐπ' αὐ τοὺς, οἵτινες χειρωσάμενοι τὸν προβληθέντα τύραν νον ἀνὰ πᾶσαν λοιπὸν τὴν οἰκουμένην διώκοντες, πλήθη ἀναρίθμητα τῶν Ἰουδαίων κατέσφαζον. Ἀπέθανε δὲ Τραϊανὸς, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Αἴλιος Ἀδριανὸς εἴκοσι καὶ ἓν ἔτος. Οὗτος περιείη τὰς χώρας, λωβηθεὶς τὸ σῶμα καὶ ζητῶν τινα ἐπι κουρίαν τοῦ πάθους. Ἐλθὼν δὲ κατὰ τὴν ἁγίαν πό λιν, καὶ ἰδὼν αὐτὴν ἠδαφισμένην, μόνην δὲ τὴν τῶν Χριστιανῶν ἐκκλησίαν ἱσταμένην, ἐκέλευσε κτισθῆ ναι τὴν πόλιν ὅλην, παρεκτὸς τοῦ ναοῦ. Ἀκούσαντες δὲ Ἰουδαῖοι συνεῤῥύησαν ἐκ παντὸς ἔθνους, καὶ ἐν ὀλίγῳ χρόνῳ ταχέως λίαν ἐκτίσθη. Ἀλλὰ πάλιν ὁ 4045 ἐκβακχεύων αὐτοὺς ὁ πονηρὸς δαίμων, οὐκ εἴασεν αὐτοὺς ἠρεμεῖν, ἀλλὰ ἀποστάντες τῆς Ῥωμαίων ὑποταγῆς, κατέστησαν ἑαυτοῖς στασιώτην τινὰ κα λούμενον Βαρχωχίβαν. Ταῦτα ἀκούσας ὁ Καῖσαρ ἀπ έστειλεν ἐπ' αὐτοὺς στρατόπεδα πάμπολλα, καὶ πολυ χρονίως ἐπολιόρκουν τὴν πόλιν, ἕως οὐ λιμῷ καὶ δίψῃ διεφθάρη πᾶς ὁ λαὸς ἐν αὐτῇ. Αὕτη ἐστὶν ἡ ἐσχάτη ἐρήμωσις τῆς Ἰουδαίας. Πάντας γὰρ τοὺς Ἰουδαίους ἐξολοθρεύσας καὶ εἰς παντελῆ ἐρημίαν καταστήσας τὴν πόλιν, ἐκέλευσε τοῖς Ἕλλησι κατέχειν αὐτὴν, γράψας νόμον δογματι κῶς κελεύοντα, μηκέτι τοὺς Ἰουδαίους ὀφθαλμοῖς ὁρᾷν τῆς πατρῴας γῆς τὸ ἔδαφος. Οἱ δὲ οἰκήτορες τῶν Ἱεροσολύμων ἐξ ἀλλοφύλων τυγχάνοντες στήλην τῷ αὐτοκράτορι ἵδρυσαν ἐν αὐτῷ τῷ ἱερῷ παρὰ τὴν ὡραίαν πύλην, καὶ ἀμείψαντες τὸ ὄνομα τῆς πόλεως, ἐκάλεσαν αὐτὴν ἐπὶ τῷ ὀνόματι τοῦ κρατοῦντος Αἰλίαν. Ἡ δὲ πρὸ τούτων τῶν χρόνων ἐν Ἱεροσολύμοις ἁγία Ἐκκλησία ἐξ Ἑβραίων συστᾶσα οὐκ ἐδέχετο ἐπίσκοπον ἀπερίτμητον. Τοὺς δὲ χρόνους αὐτῶν συγχωρήσει μοι ἡ ὁσιότης ὑμῶν ἀπορήσαντι μὴ δια σημᾶναι, οὐ γὰρ ἂν εὐκόλως εὕροι τις πώποτε. Τὰ δὲ ὀνόματα αὐτῶν ἐστι ταῦτα. Πρῶτος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφὸς, Σιμεὼν ὁ τοῦ Κλεόπα, Ἰοῦστος, Ζαχαῖος, Τοβίας, Βενιαμὶν, Ἰωάννης, Ματθίας, Φίλιππος, Σενέκας, Ἰοῦστος, Λεβῆς, Ἐφρῆς, Ἰσὴφ, Ἰούδας. Οὗτοι πάντες ἐκ τῆς περιτομῆς ὑπῆρχον, δέκα καὶ πέντε τὸν ἀριθμόν. Καὶ συνάγον ται ἀπὸ τῆς ἁλώσεως Ἱεροσολύμων, ἕως τῆς ὑστέ ρας πολιορκίας καὶ τῆς τῶν Ἰουδαίων τελείας
9