1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

9

καὶ τὸ δεινότερον, ἐθνικοὺς ἐκάλουν μάρτυρας περὶ ποτηρίου μυστικοῦ ζητοῦντες· καὶ οὓς ἡρπάσθαι παρὰ Ἀθανασίου διωρίζοντο ἐκ μετακλήσεως τοῦ καθολικοῦ καὶ μηδὲ ὅποι γῆς εἰσι γινώσκειν, τούτους εἰσῆγον ἐφ' ἑαυτῶν καὶ τοῦ ἐπάρχου μόνον καὶ οὐκ ᾐδοῦντο τούτους ἠφανίσθαι παρὰ τοῦ ἐπισκόπου 14.3 Ἀθανασίου λέγοντες, ὧν ταῖς μαρτυρίαις συγχρῆσθαι δοκοῦσιν. ἀλλὰ κἀνταῦθα μόνον φονεῦσαι βουλόμενοι πάλιν τοὺς ζῶντας ὡς ἀποθανόντας τὸν ἐπὶ Ἀρσενίου τρόπον μιμούμενοι πλάττονται. ὄντας γὰρ τοὺς ἀνθρώπους καὶ φαινομένους ἐπὶ τῆς ἰδίας ὑμῖν τοῖς μακρὰν ὡς ἀφανεῖς ἐκτραγῳδοῦσιν, ἵνα μακρὰν ὄντων τῶν ἐλέγχων τὸν συλλειτουρ γὸν ἡμῶν διαβάλλωσιν ὡς βίᾳ καὶ δυναστείᾳ χρώμενον, καίτοι πάντα αὐτοὶ μετὰ δυ 14.4 ναστείας καὶ προστασίας πράττοντες. καὶ γὰρ ὅμοια πάλιν τὰ κατὰ Μαρεώτην τοῖς κατὰ Τύρον ἐγίνετο. ὥσπερ γὰρ ἐκεῖ κόμης ἦν μετὰ στρατιωτικῆς ὑπηρεσίας οὐδενὶ ἐπιτρέπων παρὰ τὰ ἐκείνοις δοκοῦντα ἢ λέγεσθαι ἢ πράττεσθαι, οὕτως καὶ ἐνταῦθα ὁ τῆς Αἰγύπτου ἔπαρχος μετὰ τῆς τάξεως ἦν πάντας μὲν τοὺς τῆς ἐκκλησίας ἐκφοβῶν, μηδένα δὲ μετὰ ἀληθείας ἐπιτρέπων μαρτυρεῖν· καὶ τὸ παραδοξότερον, ἐν αὐτῷ τῷ τόπῳ καὶ τῇ οἰκίᾳ τοῦ κατηγόρου καὶ ᾤκουν καὶ ἐξετάζειν ἐδόκουν, ἃ ἠβούλοντο, οἱ εἴτε δικασταὶ εἴτε μάρτυρες εἴτε τῆς ἑαυτῶν καὶ Εὐσεβίου σπουδῆς, ὅπερ ἀληθέστερον, ὑπηρέται παραγενόμενοι.

15.1 Καὶ τίνα τὰ παρ' αὐτῶν εἰς τὴν Ἀλεξάνδρειαν τολμηθέντα, νομίζομεν ὑμᾶς μὴ ἀγνοεῖν, πανταχοῦ γὰρ διαδέδοται. ξίφη γυμνὰ κατὰ τῶν ἁγίων παρθένων καὶ τῶν ἀδελφῶν ἐχώρει καὶ μάστιγες κατὰ τῶν ἐντίμων παρὰ θεῷ σωμάτων, καὶ τοὺς πόδας ἐχώλευον ὑπὸ τῶν πληγῶν αἱ τὴν ψυχὴν ἐν ἁγνείᾳ καὶ πᾶσιν ὁλόκληροι τοῖς καλοῖς. ἐργασίαι τε κατ' αὐτῶν ἐπεσείοντο καὶ ἐθνικοὶ δῆμοι πρὸς τὸ γυμνοῦν τύπτειν ἀσελ 15.2 γαίνειν κατ' αὐτῶν, βωμούς τε καὶ θυσίας ἐπαπειλεῖν αὐταῖς. καί τις ἀσελγὴς ἀνὴρ ὡς ἐξουσίας λοιπὸν δοθείσης ὑπὸ τοῦ ἐπάρχου πρὸς χάριν τῶν ἐπισκόπων χεῖρα παρ θένου κατεῖχε καὶ πρὸς παρατυχόντα βωμὸν εἷλκεν ἀνάγκην θυσίας καὶ διωγμοῦ μιμού μενος. καὶ ταῦτα ἐπράττετο καὶ φυγὴ τῶν παρθένων ἦν καὶ γέλως τῶν ἐθνικῶν κατὰ τῆς ἐκκλησίας τῶν ἐπισκόπων ἔνδον ὄντων καὶ ταύτην τὴν οἰκίαν οἰκούντων, ἐν ᾗ ταῦτα ἐπράττετο, καὶ ἀφ' ἧς διὰ τὴν εἰς αὐτοὺς χάριν ξιφῶν αἱ παρθένοι γυμνῶν καὶ παντὸς κινδύνου καὶ ὕβρεων καὶ παροινίας πεπείρανται. καὶ ταῦτα ἔπασχον ἐν νηστείᾳ παρὰ τῶν τοῖς ἐπισκόποις ἔνδον συνεστιωμένων.

16.1 Ταῦτα προειδότες ὡς ἐχθρῶν εἴσοδος οὐχ ἡ τυχοῦσα βλάβη, τὴν παραίτησιν ἐποιησάμεθα. ταῦτα καὶ Ἀλέξανδρος ἐν νῷ λαβὼν ὁ τῆς Θεσσαλονίκης ἐπίσκοπος γράφει πρὸς τοὺς ἐκεῖ μείναντας τὴν συσκευὴν ἐλέγχων καὶ τὴν ἐπιβουλὴν μαρτυρούμενος, ὃν κἂν συναριθμῶσιν ἑαυτοῖς καὶ τῆς ἐπιβουλῆς μετρῶσιν ἕνα, οὐδὲν ἄλλο ἢ κατ' ἐκείνου 16.2 τὴν βίαν δεικνύουσι. καὶ γὰρ καὶ ὁ παμπόνηρος Ἰσχύρας οὐδὲ αὐτὸς ἄνευ φόβου καὶ βίας ἐπ' αὐτὸ ὥρμησεν, ἀλλ' ἀνάγκῃ τὴν κατηγορίαν ὑπέδυ. τούτου τεκμήριον αὐτὸς ἔγραψεν Ἰσχύρας πρὸς τὸν συνεπίσκοπον Ἀθανάσιον, ὅτι μηδὲν ἐκεῖ πέπρακται τοιοῦτον, ἀλλ' ὑπεβλήθη πλάσασθαι. καὶ ταῦτα ἔγραψεν οὐ δεχθεὶς παρ' αὐτοῦ ὡς πρεσβύτερος, οὐ τοιαύτην χάριτος προσηγορίαν λαβών, οὐκ οἰκοδομὴν ἐκκλησίας εἰς ἀμοιβὴν τυχών, οὐ μισθὸν ἐπισκοπῆς προσδοκήσας, ὧν πάντων ἔτυχε παρ' αὐτῶν διὰ τὴν κατηγορίαν. ἀλλὰ καὶ τὸ γένος αὐτοῦ πᾶν μεθ' ἡμῶν συνήγετο οὐκ ἂν συναχθέντες, εἴγε τὸ τυχὸν ἠδίκηντο.

17.1 Ταῦτα μὲν οὖν ὅτι μὴ λόγος, ἀλλ' ἔργον, μάρτυρες μὲν οἱ τοῦ Μαρεώτου πρεσ βύτεροι πάντες οἱ ἀεὶ συνόντες ἐν ταῖς περιοδίαις τῷ ἐπισκόπῳ οἱ καὶ τότε γράψαντες κατὰ Ἰσχύρα καὶ μήτε ἐν Τύρῳ οἱ ἐλθόντες ἐξ αὐτῶν ἐπιτραπέντες εἰπεῖν τὴν ἀλή θειαν μήτε ἐν τῷ Μαρεώτῃ ἀπομείναντες συγχωρηθέντες ἐλέγξαι τὸν