1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

σπέρματος ἢ ἀπὸ «ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμο «φυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε «γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν «καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ. 18.4 «ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα μηδὲ ὁρᾶν γεγραμμένα, ἀλλ' οἱονεὶ τυφλώττειν ὑπο «κρίνονται· τοῖς δὲ δυσὶ ῥηματίοις ἀσυνθέτοις καθάπερ λίθοις μακρόθεν ἐπιχειροῦσίν «με βάλλειν ἀγνοοῦντες ὡς τῶν ἀγνοουμένων καὶ προσαγωγῆς εἰς ἐπίγνωσιν δεομένων «οὐ μόνον ἀλλοῖα πολλάκις, ἀλλὰ καὶ ὑπεναντία τεκμήρια γίνεται τῶν ἐπιζητουμένων 18.5 «δηλώματα». ἐν δὲ τῷ τρίτῳ βιβλίῳ φησί· «ζωὴ ἐκ ζωῆς ἐγεννήθη καὶ ὥσπερ ποταμὸς «ἀπὸ πηγῆς ἔρρευσε καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη».

19.1 Τίς τούτων ἀκούων οὐ μανίας λοιπὸν καταψηφίσεται τῶν ὑπονοούντων ∆ιονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ διὰ τούτων φανερῶς πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ «οὐκ ἦν πρὶν γεννηθῇ» καὶ τὸ «ἦν ποτε ὅτε οὐκ ἦν» ἀναιρεῖ τῷ τοῦ ἀπαυγάσματος λόγῳ καὶ λέγων, ὅτι τούτου ὁ πατὴρ οὐκ ἦν ποτε ἄγονος, τὸ δὲ ἐξ οὐκ ὄντων αὐτῶν ἀναιρεῖ ἐν τῷ λέγειν, τὸν λόγον εἶναι ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ βλαστὸν ἀπὸ ῥίζης καὶ τέκνον ἀπὸ γονέως καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς· καὶ τὸ μὲν ἀποσχοινίζειν καὶ διαιρεῖν αὐτοὺς τὸν λόγον ἀπὸ τοῦ θεοῦ διαβάλλει λέγων αὐτὸς ἀδιαίρετον καὶ ἀμείωτον τὴν τριάδα εἰς μονάδα συγκεφαλαιοῦσθαι, τὸ δὲ λέγειν αὐτοὺς ἀλλότριον εἶναι τὸν υἱὸν τῆς τοῦ πατρὸς οὐσίας ἄντικρυς πατεῖ λέγων ὁμοούσιον 19.2 εἶναι τοῦ πατρὸς τὸν υἱόν. ἐφ' ᾧ καὶ θαυμάσειεν ἄν τις τὴν ἀναίδειαν τῶν δυσσεβῶν, πῶς ∆ιονυσίου, ὃν λέγουσιν ὁμόδοξον ἑαυτῶν εἶναι, λέγοντος ὁμοούσιον τὸν υἱόν, αὐτοὶ περιέρχονται ὡς κώνωπες περιβομβοῦντες, ὡς οὐκ ὀρθῶς γραψάσης τῆς συνόδου τὸ 19.3 ὁμοούσιον. εἰ γὰρ ∆ιονύσιός ἐστιν αὐτοῖς φίλος, μὴ ἀρνείσθωσαν τὰ τοῦ ὁμόφρονος· εἰ δὲ νομίζουσι μὴ ὀρθῶς εἰρῆσθαι, πῶς τὸν τοῦτο λέγοντα ∆ιονύσιον θρυλοῦσιν ὡς τὰ αὐτῶν φρονοῦντα; μάλιστα ὅτι οὐδὲ ἐκ παρέργου ταῦτα λέγων φαίνεται, ἀλλὰ πρότερον ἄλλας ἐπιστολὰς γράψας τοὺς μὲν κατειρηκότας αὐτοῦ ὡς μὴ λέγοντος ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ διελέγχει ψευδομένους, τοὺς δὲ νομίζοντας αὐτὸν λέγειν γενητὸν τὸν λόγον παρακρούεται, ὅτι μὴ οὕτως ὡς νομίζουσιν ἐφρόνησεν, ἀλλ' εἰ καὶ τὰς λέξεις εἴρηκε, διὰ τοῦτό φησιν εἰρηκέναι πρὸς τὸ μόνον δεῖξαι, ὅτι μὴ ὁ πατήρ ἐστιν ἀλλ' ὁ υἱὸς ὁ τὸ γενητὸν καὶ κτιστὸν καὶ ποιητὸν ἐνδυσάμενος σῶμα· διὸ καὶ γεγενῆσθαι καὶ πεποιῆσθαι καὶ ἐκτίσθαι λέγεται ὁ υἱός.

20.1 Ἀμέλει ἐπειδὴ προελήφθη γράψαι τὰς τοιαύτας λέξεις, τοῖς μὲν Ἀρειανοῖς μακρὰ φράζει χαίρειν, παρὰ δὲ τῶν ἀκουόντων συνείδησιν ἀγαθὴν ἀπαιτεῖ τὸ δυσχερὲς ἢ τάχα καὶ τὸ ἀπερίδρακτον τῶν ζητουμένων προβαλλόμενος, ἵνα μὴ τὰς λέξεις ἀλλὰ τὴν διάνοιαν τοῦ γράφοντος κρίνωσι, καὶ μάλισθ' ὅταν τὰ πλεῖστα μαρτυρῇ τῇ τούτου φρονήσει. ἔφησε γοῦν καὶ αὐτὸς ὅτι «τῶν μὲν τοιούτων ὡς ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον τὰ παραδείγματα τὸ φυτὸν καὶ τὸν γεωργόν· τοῖς δὲ προσφυεστέροις ἐνδιέτριψα καὶ πλέον 20.2 διεξῆλθον περὶ τῶν ἀληθεστέρων». ὁ δὲ τοῦτο λέγων δείκνυσιν ἀληθέστερον εἶναι τὸ λέγειν ἀίδιον καὶ ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἤπερ γενητόν. ἐκ τούτου μὲν γὰρ τὸ σωματικὸν τοῦ κυρίου σημαίνεται, ἐξ ἐκείνων δὲ τὸ ἀίδιον τῆς θεότητος αὐτοῦ. ἐν τούτοις γοῦν καὶ ἠλέγχθαι παρ' αὐτοῦ τοὺς ἐγκαλέσαντας, ὡς μὴ λέγοντος αὐτοῦ ὁμοούσιον τοῦ πα τρός, διαβεβαιοῦται οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φρονήσεως καὶ ἀποδείξεως ἀληθοῦς λέγων· «εἰ καὶ μὴ τὴν λέξιν ταύτην εὗρον ἐν ταῖς γραφαῖς, ἀλλ' ἐξ αὐτῶν τῶν γραφῶν τὸν νοῦν 20.3 συναγαγών, ἔγνων ὅτι υἱὸς ὢν καὶ λόγος οὐ ξένος ἂν εἴη τῆς οὐσίας τοῦ πατρός». ὅτι γὰρ οὐ κτίσμα οὐδὲ ποίημα φρονεῖ τὸν υἱὸν εἶναι (καὶ γὰρ